Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις ἀποβαίνῃ. τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ τύχην ἐστίν.

Ἡ δύναμις διαιρεῖται εἰς τέτταρα εἴδη· ἓν μὲν ὃ δυνάμεθα τῇ διανοίᾳ, λογίζεσθαι καὶ ὑπονοεῖν·

V1_362
ἕτερον δὲ τῷ σώματι, οἷον πορεύεσθαι καὶ διδόναι καὶ λαμβάνειν καὶ τὰ τοιαῦτα· τρίτον ὃ δυνάμεθα πλήθει στρατιωτῶν καὶ χρημάτων, ὅθεν καλεῖται πολλὴν δύναμιν ἔχων βασιλεύς· τετάρτη δὲ διαίρεσις δυνάμεως πάσχειν καὶ εὖ ποιεῖν καὶ κακῶς· οἷον ἀρρωστεῖν καὶ παιδεύεσθαι δυνάμεθα καὶ ὑγιεῖς γίνεσθαι καὶ πάντα τὰ τοιαῦτα. τῆς ἄρα δυνάμεως ἡ μέν ἐστιν ἐν διανοίᾳ, ἡ δʼ ἐν τῷ σώματι, ἡ δʼ ἐν στρατοπέδῳ καὶ χρήμασιν, ἡ δʼ ἐν τῷ ποιεῖν καὶ πάσχειν.

Τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν οἷς τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν. ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι. ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι. τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν.

Ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγίεια τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων.

ἡ μὲν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολλῶν ἔμπειρον γενέσθαι· ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώματος μερῶν, οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὴ τοιοῦτον εὐαισθησία. ἡ δὲ εὐτυχία, ὅταν ἐφʼ ἃ σκοπεῖ πράξῃ κατʼ ὀρθὸν ἃ δεῖ πράττειν τὸν σπουδαῖον.

V1_364
εὐδοξία δʼ ἐστὶν ὅταν τις εὖ ἀκούῃ· εὐπορία δʼ ἐστὶν ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ ὥστε καὶ φίλους εὖ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι. ᾧ δὲ ὑπάρχει ταῦτα πάντα, οὗτός ἐστιν εὐδαίμων τελέως. τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐβουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγίεια τοῦ σώματος, τὸ δὲ εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία.

Αἱ τέχναι εἰς τρία διαιροῦνται· ἡ μὲν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη. πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ γάρ εἰσιν. ἡ δὲ χαλκευτικὴ καὶ ἡ τεκτονικὴ μετασχηματιστικαί εἰσιν· ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας. ἡ δὲ χρηστική, οἷον ἱππικὴ τοῖς χαλινοῖς χρῆται, ἡ πολεμικὴ τοῖς ὅπλοις, ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ λύρᾳ. τῆς τέχνης ἄρα τρία εἴδη ἐστί· τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι τρίτον.

Τὸ ἀγαθὸν εἰς τέτταρα γένη διαιρεῖται· ὧν ἓν μὲν λέγομεν εἶναι τὸν τὴν ἀρετὴν ἔχοντα ἰδίᾳ ἀγαθόν· ἄλλο δὲ αὐτὴν τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην λέγομεν ἀγαθὸν εἶναι· τρίτον δέ, οἷον σιτία καὶ γυμνάσια τὰ πρόσφορα καὶ φάρμακα· τέταρτον δέ φαμεν εἶναι ἀγαθόν, οἷον αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ τὰ τοιαῦτα. ἀγαθοῦ ἄρα τέτταρα εἴδη ἐστί· τὸ μὲν τὸ τὴν ἀρετὴν ἔχειν, ἕτερον δὲ αὐτὴ ἡ ἀρετή, τρίτον δὲ σιτία καὶ γυμνάσια τὰ ὠφέλιμα· τέταρτον δὲ αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ ποιητικὴν ἀγαθὸν λέγομεν εἶναι.