Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

τῶν ὄντων τὰ μέν ἐστι κακά, τὰ δὲ ἀγαθά, τὰ δὲ οὐδέτερα. τούτων κακὰ μὲν ταῦτα λέγομεν, τὰ δυνάμενα

V1_366
βλάπτειν ἀεί, οἷον ἀκρισίαν καὶ ἀφροσύνην καὶ ἀδικίαν καὶ τὰ τοιαῦτα· τὰ δὲ τούτοις ἐναντία ἀγαθά ἐστι. τὰ δὲ ἐνίοτε μὲν ὠφελεῖν, ἐνίοτε δὲ βλάπτειν—οἷον τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ ἐσθίειν—〈ἢ〉 ὅλως μήτε ὠφελῆσαι μήτε βλάψαι δυνάμενα, ταῦτα γοῦν οὔτε ἀγαθὰ οὔτε κακά ἐστι. τῶν ἄρα ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δʼ οὐδέτερα τούτων.

Εὐνομία διαιρεῖται εἰς τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐνομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων τῶν νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρηστῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν· τῆς εὐνομίας ἄρα ἓν μέν ἐστι νόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσι· τρίτον δέ, ἐὰν ἔθεσι καὶ ἐπιτηδεύμασι χρηστοῖς πολιτεύωνται.

Διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας·

ἕτερον δέ, ἐὰν τοῖς ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος. τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς ᾖ νόμος.

Τὰ ἐναντία διαιρεῖται εἰς τρία· οἷον ἀγαθὰ κακοῖς ἐναντία φαμὲν εἶναι, ὡς τὴν δικαιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα. κακὰ δὲ κακοῖς ἐναντία ἐστίν, οἷον ἡ ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι· καὶ τὰ τοιαῦτα κακὰ κακοῖς ἐναντία ἐστί. τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ

V1_368
τῷ βραδεῖ καὶ τὸ μέλαν τῷ λευκῷ ὡς οὐδέτερα οὐδετέροις ἐναντία ἐστίν.

τῶν ἐναντίων ἄρα τὰ μὲν ὡς ἀγαθὰ κακοῖς ἐναντία ἐστί· τὰ δὲ ὡς κακὰ κακοῖς· τὰ δὲ ὡς οὐδετέροις οὐδέτερα.

Τῶν ἀγαθῶν γένη ἐστὶ τρία· τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα ἐνδέχεται ἔχειν, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια· μεθεκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχεται, μετασχεῖν δὲ αὐτῶν ἐνδέχεται· οἷον αὐτὸ τὸ ἀγαθὸν ἔχειν μὲν οὐκ ἐνδέχεται, μετασχεῖν δὲ αὐτοῦ ἐνδέχεται. ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε σχεῖν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι 〈καὶ〉 τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι· καὶ ταῦτα οὔτε σχεῖν οὔτε μετασχεῖν ἐστιν, ἀλλʼ ὑπάρχειν δεῖ [σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι]. τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά.

Ἡ συμβουλία διαιρεῖται εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων. τὰ μὲν οὖν ἐκ τῶν παροιχομένων παραδείγματα, οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες· τὰ δʼ ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ, δειλοὺς ἀνθρώπους, σῖτον ὀλίγον· τὰ δʼ ἐκ τῶν μελλόντων, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται. τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δʼ ἐκ τῶν παρόντων, τὰ δʼ ἐκ τῶν μελλόντων.