Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

ἀλλὰ καθʼ Ὅμηρον φάναι 〈περὶ〉 πάντων ἀνθρώπων[*](πάντας ἀνθρώπους codd.) Αἰγυπτίους ἰατροὺς εἶναι. διέγνω δὴ ὁ Πλάτων καὶ τοῖς Μάγοις συμμῖξαι· διὰ δὲ τοὺς τῆς Ἀσίας πολέμους ἀπέστη. ἐπανελθὼν δὲ εἰς Ἀθήνας διέτριβεν ἐν Ἀκαδημείᾳ. τὸ δʼ ἐστὶ γυμνάσιον προάστειον ἀλσῶδες ἀπό τινος ἥρωος ὀνομασθὲν Ἑκαδήμου, καθὰ καὶ Εὔπολις ἐν Ἀστρατεύτοις φησίν·

ἐν εὐσκίοις δρόμοισιν Ἑκαδήμου θεοῦ.
ἀλλὰ καὶ ὁ Τίμων εἰς τὸν Πλάτωνα λέγων φησί·
    τῶν πάντων δʼ ἡγεῖτο πλατίστακος, ἀλλʼ ἀγορητὴς
  1. ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θʼ Ἑκαδήμου
  2. δένδρῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱᾶσιν.

πρότερον γὰρ διὰ τοῦ ε Ἑκαδήμεια ἐκαλεῖτο. ὁ δʼ οὖν φιλόσοφος καὶ Ἰσοκράτει φίλος ἦν. καὶ αὐτῶν Πραξιφάνης ἀνέγραψε διατριβήν τινα περὶ ποιητῶν γενομένην ἐν ἀγρῷ παρὰ Πλάτωνι ἐπιξενωθέντος τοῦ Ἰσοκράτους. καὶ αὐτόν φησιν Ἀριστόξενος τρὶς ἐστρατεῦσθαι, ἅπαξ μὲν εἰς Τάναγραν, δεύτερον δὲ εἰς Κόρινθον, τρίτον ἐπὶ Δηλίῳ· ἔνθα καὶ ἀριστεῦσαι. μίξιν τε ἐποιήσατο τῶν τε Ἡρακλειτείων λόγων καὶ Πυθαγορικῶν

V1_284
καὶ Σωκρατικῶν· τὰ μὲν γὰρ αἰσθητὰ καθʼ Ἡράκλειτον, τὰ δὲ νοητὰ κατὰ Πυθαγόραν, τὰ δὲ πολιτικὰ κατὰ Σωκράτην ἐφιλοσόφει.

Λέγουσι δέ τινες, ὧν ἐστι καὶ Σάτυρος, ὅτι Δίωνι ἐπέστειλεν εἰς Σικελίαν ὠνήσασθαι τρία βιβλία Πυθαγορικὰ παρὰ Φιλολάου μνῶν ἑκατόν. καὶ γὰρ ἐν εὐπορίᾳ, φασίν, ἦν παρὰ Διονυσίου λαβὼν ὑπὲρ τὰ ὀγδοήκοντα τάλαντα, ὡς καὶ Ὀνήτωρ φησὶν ἐν τῷ ἐπιγραφομένῳ εἰ χρηματιεῖται ὁ σοφός. πολλὰ δὲ καὶ παρʼ Ἐπιχάρμου τοῦ κωμῳδιοποιοῦ προσωφέληται τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν τοῖς πρὸς Ἀμύνταν, ἅ ἐστι τέτταρα. ἔνθα καὶ ἐν τῷ πρώτῳ φησὶ ταῦτα·

“Φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων. σκεπτέον δέ· ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷ ποιῷ μηδὲ ποσῷ διαμένον ἀλλʼ ἀεὶ ῥέον καὶ μεταβάλλον,

ὡς ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων. ταῦτα δʼ ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δʼ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν ὅ γε Ἐπίχαρμος περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν·

  1. — ἀλλʼ ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, τάδε δʼ ἀεὶ πάρεσθʼ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
    V1_286
  2. — ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
  3. — πῶς δέ κα; μὴ ἔχον γʼ ἀπὸ τίνος μηδʼ ἐς ὅ τι πρᾶτον μόλοι.
  4. — οὐκ ἄρʼ ἔμολε πρᾶτον οὐθέν; — οὐδὲ μὰ Δία δεύτερον,

  1. τῶνδέ γε ὧν ἁμὲς νῦν ὧδε λέγομες ἀλλʼ ἀεὶ τάδʼ ἦν[*](λέγω μέλλει τάδʼ εἶναι codd.: copp. Bergk.) . . .
  2. αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῇς, πὸτ ἄρτιον,
  3. ποτθέμειν λῇ ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,
  4. ἦ δοκεῖ κά τοί γʼ ἔθʼ ωὑτὸς εἶμεν;—οὐκ ἐμίν γα κά.
  5. — οὐδὲ μὰν οὐδʼ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν
  6. λῇ τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθʼ ἐόντος ἀποταμεῖν,
  7. ἔτι χʼ ὑπάρχοι κῆνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη
  8. καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθʼ, ὁ δέ γα μὰν φθίνει,
  9. ἐν μεταλλαγᾷ δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.
  10. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκʼ ἐν ταὐτῷ μένει,
  11. ἕτερον εἴη κα τόδʼ 〈ἀ〉εὶ τῶ παρεξεστακότος.
  12. καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες
  13. καὖθις ἄλλοι κοὔποχʼ ωὑτοὶ κατά 〈γα τοῦτον〉 τὸν λόγον.