Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· “φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι οἷον ἀκούουσαν, βλέπουσαν, τὰ δʼ αὐτὴν καθʼ αὑτὴν ἐνθυμεῖσθαι μηδὲν τῷ σώματι χρωμένην· διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν, ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθʼ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθʼ αὑτὸ τὸ

καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι· τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν 〈ἐνθυμουμένους ὅτι τὰ παρʼ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείνοις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ〉. ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές. [διὸ καί φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δʼ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα.] ὁ τοίνυν Ἐπίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·

  1. ἆρʼ ἔστιν αὔλησίς τι πρᾶγμα; — πάνυ μὲν οὖν.
  2. — ἄνθρωπος οὖν αὔλησίς ἐστιν; — οὐθαμῶς.
  3. — φέρʼ ἴδω, τί δʼ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ;
  4. ἄνθρωπος; ἢ οὐ γάρ; — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς
  5. οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τἀγαθοῦ; τὸ μὲν
    V1_290
  6. ἀγαθόν τι πρᾶγμʼ εἶμεν καθʼ αὕθʼ, ὅστις δέ κα
  7. εἰδῇ μαθὼν τῆνʼ, ἀγαθὸς ἤδη γίγνεται.
  8. ὥσπερ γάρ ἐστʼ αὔλησιν αὐλητὰς μαθὼν
  9. ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,
  10. ἢ πᾶν γʼ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῇς,
  11. οὔ χʼ αὑτὸς εἴη χἀ τέχνα, τεχνικός γα μάν.

Πλάτων ἐν τῇ περὶ τῶν ἰδεῶν ὑπολήψει φησίν, εἴπερ ἐστὶ μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ιτίνα γὰρ ἂν τρόπον,ʼ φησί, ιδιεσῴζετο τὰ ζῷα μὴ τῆς ἰδίας ἐφαπτόμενα καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικὸν εἰληφότα; νῦν δὲ μνημονεύει τῆς ὁμοιότητός τε καὶ τροφῆς, ὁποία τις ἐστὶν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζῴοις ἔμφυτός ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται.ʼ πῶς οὖν ὁ Ἐπίχαρμος;

  1. Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθʼ ἓν μόνον,
  2. ἀλλʼ ὅσσα περ ζῇ, πάντα καὶ γνώμαν ἔχει.
  3. καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος,
  4. αἰ λῇς καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα
  5. ζῶντʼ, ἀλλʼ ἐπῴζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
  6. τὸ δὲ σοφὸν ἁ φύσις τόδʼ οἶδεν ὡς ἔχει
  7. μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο.
καὶ πάλιν·
  1. θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθʼ οὕτω λέγειν
  2. καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
  3. καλὼς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνὶ
  4. κάλλιστον εἶμεν φαίνεται καὶ βοῦς βοΐ,
  5. ὄνος δʼ ὄνῳ κάλλιστον, ὗς δέ θην ὑί.