Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
ἀλλὰ καὶ εἰς Ἀγάθωνα·
τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον·
- ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.
〈καὶ ἄλλο〉·τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με,
- δεξαμένη τῆς σῆς παρθενίης μετάδος,
- εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα
- σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.
μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλʼ ἐπίνευσον
- Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.
Φασὶ δὲ καὶ τὸ εἰς τοὺς Ἐρετριέας τοὺς σαγηνευθέντας αὐτοῦ εἶναι·
κἀκεῖνο·Εὐβοίης γένος εἰμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
- κείμεθα· φεῦ, γαίης ὅσσον ἀφʼ ἡμετέρης.
καὶ ἄλλο·ἁ Κύπρις Μούσαισι· κοράσια, τὰν Ἀφροδίταν
- τιμᾶτʼ ἢ τὸν Ἔρωτʼ ὔμμιν ἐφοπλίσομαι.
- αἱ Μοῦσαι ποτὶ Κύπριν· Ἄρει τὰ στωμύλα ταῦτα·
- ἡμῖν οὐ πέτεται τοῦτο τὸ παιδάριον.
χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον· αὐτὰρ ὁ χρυσὸν
- ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.
Ἀλλά τοι Μόλων ἀπεχθῶς ἔχων πρὸς αὐτόν, οὐ τοῦτο, φησί, θαυμαστὸν εἰ Διονύσιος ἐν Κορίνθῳ, ἀλλʼ εἰ Πλάτων ἐν Σικελίᾳ. ἔοικε δὲ καὶ Ξενοφῶν πρὸς αὐτὸν ἔχειν οὐκ εὐμενῶς. ὥσπερ γοῦν διαφιλονεικοῦντες τὰ ὅμοια γεγράφασι, Συμπόσιον,
λέγεται δʼ ὅτι καὶ Ἀντισθένης μέλλων ἀναγινώσκειν τι τῶν γεγραμμένων αὐτῷ παρεκάλεσεν αὐτὸν παρατυχεῖν. καὶ πυθομένου, τί μέλλει ἀναγινώσκειν, εἶπεν ὅτι περὶ τοῦ μὴ εἶναι ἀντιλέγειν· τοῦ δʼ εἰπόντος· πῶς οὖν σὺ περὶ αὐτοῦ τούτου γράφεις; καὶ διδάσκοντος ὅτι περιτρέπεται, ἔγραψε διάλογον κατὰ Πλάτωνος Σάθωνα ἐπιγράψας· ἐξ οὗ διετέλουν ἀλλοτρίως ἔχοντες πρὸς ἀλλήλους. φασὶ δὲ καὶ Σωκράτην ἀκούσαντα τὸν Λύσιν ἀναγινώσκοντος Πλάτωνος Ἡράκλεις, εἰπεῖν, ὡς πολλά μου καταψεύδεθʼ ὁ νεανίσκος. οὐκ ὀλίγα γὰρ ὧν οὐκ εἴρηκε Σωκράτης γέγραφεν ἁνήρ.
Εἶχε δὲ φιλέχθρως ὁ Πλάτων καὶ πρὸς Ἀρίστιππον. ἐν γοῦν τῷ Περὶ ψυχῆς διαβάλλων αὐτόν φησιν ὅτι οὐ παρεγένετο Σωκράτει τελευτῶντι, ἀλλʼ ἐν Αἰγίνῃ ἦν καὶ σύνεγγυς. καὶ πρὸς Αἰσχίνην δέ τινα φιλοτιμίαν εἶχε, φασίν, ὅτι δή περ καὶ αὐτὸς εὐδοκίμει παρὰ Διονυσίῳ. ὃν ἐλθόντα διʼ ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δʼ Ἀριστίππου συσταθῆναι. τούς τε λόγους οὓς Κρίτωνι περιτέθεικεν ἐν τῷ δεσμωτηρίῳ περὶ τῆς φυγῆς συμβουλεύοντι, φησὶν Ἰδομενεὺς εἶναι Αἰσχίνου·