Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Ἄλεξις Μεροπίδι·
καὶ ἐν Ἀγκυλίωνι·εἰς καιρὸν ἥκεις· ὡς ἔγωγʼ ἀπορουμένη
- ἄνω κάτω τε περιπατοῦσʼ ὥσπερ Πλάτων
- σοφὸν οὐδὲν εὕρηκʼ, ἀλλὰ κοπιῶ τὰ σκέλη.
Ἄμφις Ἀμφικράτει·λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων
- Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον.
V1_302
τὸ δʼ ἀγαθὸν ὅ τι ποτʼ ἐστίν, οὗ σὺ τυγχάνειν
- μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτʼ ἐγώ,
- ὦ δέσποτʼ, ἢ τὸ Πλάτωνος ἀγαθόν.—πρόσεχε δή.
ἐν Δεξιδημίδῃ·
Κρατῖνος Ψευδυποβολιμαίῳ·
- ὦ Πλάτων,
- ὡς οὐδὲν οἶσθα[*](ἦσθα codd.: ᾖσθα edd. Basil.) πλὴν σκυθρωπάζειν μόνον,
- ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.
Ἄλεξις Ὀλυμπιοδώρῳ·ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις.
- —κατὰ τὸν Πλάτωνʼ οὐκ οἶδα 〈δʼ〉, ὑπονοῶ δʼ ἔχειν.
καὶ ἐν Παρασίτῳ·σῶμα μὲν ὁμοῦ τὸ θνητὸν αὖον ἐγένετο,
- τὸ δʼ ἀθάνατον ἐξῇξε[*](ἐξῇξε] ἐξῇρε codd.: corr. G. Hermann.) πρὸς τὸν ἀέρα.
- —ταῦτʼ οὐ σχολὴ Πλάτωνος;
ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.χλευάζει δʼ αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.
Ἀρίστιππος δʼ ἐν τῷ τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς φησιν αὐτὸν Ἀστέρος μειρακίου τινὸς ἀστρολογεῖν συνασκουμένου ἐρασθῆναι, ἀλλὰ καὶ Δίωνος τοῦ προειρημένου—ἔνιοι καὶ Φαίδρου φασί—· δηλοῦν δὲ τὸν ἔρωτα αὐτοῦ τάδε τὰ ἐπιγράμματα, ἃ καὶ πρὸς αὐτοῦ γενέσθαι εἰς αὐτούς·
ἀστέρας εἰσαθρεῖς Ἀστὴρ ἐμός· εἴθε γενοίμην
- οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.
V1_304
καὶ ἄλλο· ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος,
- νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.
εἰς δὲ τὸν Δίωνα ὧδε·
- δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
- Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις,
- σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
- δαίμονες εὐροίας ἐλπίδας ἐξέχεαν.
- κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
- ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
τοῦτο καὶ ἐπιγεγράφθαι φησὶν ἐν Συρακούσαις ἐπὶ τῷ τάφῳ.
Ἀλλὰ καὶ Ἀλέξιδος, φασίν, ἐρασθεὶς καὶ Φαίδρου, καθὰ προείρηται, τοῦτον ἐποίησε τὸν τρόπον·
ἔχειν τε Ἀρχεάνασσαν, εἰς ἣν καὶ αὐτὴν οὕτω ποιῆσαι·νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφʼ ὅτι καλός,
- ὦπται καὶ πάντῃ πᾶς τις ἐπιστρέφεται,
- θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτʼ ἀνιήσῃ[*](ἀνιήσῃ] ἀνιήσεις codd.)
- ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν,
- ἧς καὶ ἐπὶ ῥυτίδων ἕζετο δριμὺς ἔρως.
- ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
- πρωτοπλόου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς.