Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς· καὶ ἕτερος ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα· καί τις ἀνδριαντοποιός.
Γλαύκων Ἀθηναῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι ἐννέα·
φέρονται καὶ ἄλλοι δύο καὶ τριάκοντα, οἳ νοθεύονται.
Σιμμίας Θηβαῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι τρεῖς καὶ εἴκοσι·
Κέβης ὁ Θηβαῖος· καὶ τούτου φέρονται διάλογοι τρεῖς·
[Μενέδημος] Οὗτος τῶν ἀπὸ Φαίδωνος, Κλεισθένους τοῦ τῶν Θεοπροπιδῶν καλουμένων υἱός, ἀνδρὸς εὐγενοῦς μέν, ἀρχιτέκτονος δὲ καὶ πένητος· οἱ δὲ καὶ σκηνογράφον αὐτὸν εἶναί φασι καὶ μαθεῖν ἑκάτερα τὸν Μενέδημον· ὅθεν γράψαντος αὐτοῦ ψήφισμά τι καθήψατό τις Ἀλεξίνειος, εἰπὼν ὡς οὔτε σκηνὴν οὔτε ψήφισμα προσήκει τῷ σοφῷ γράφειν. πεμφθεὶς δὲ φρουρὸς ὁ Μενέδημος ὑπὸ τῶν Ἐρετριέων εἰς Μέγαρα ἀνῆλθεν εἰς Ἀκαδημείαν πρὸς Πλάτωνα, καὶ θηραθεὶς κατέλιπε τὴν στρατείαν.