Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Μετὰ τοῦτον ἐβασίλευσε Μάρκος Ἀντωνῖνος Οὔηρος, ἐξ ἐπιφανῶν καὶ οὗτος πατέρων: τὸ γὰρ δὴ γένος αὐτῷ πρὸς τὸν Νουμᾶν Πομπίλιον ἀνεφέρετο τὸ πατρῷον, μητρὸς δὲ ἦν ἐκ βασιλικοῦ σπέρματος κατιούσης: Σολεντῖνος γὰρ ἦν βασιλεύς τις, ὁ ταύτης προπάτωρ. καὶ συνεβασίλευσεν αὐτῷ Λουκίος Ἀντωνῖνος Οὔηρος. καὶ τότε δὴ πρῶτον ὑπὸ δύο τὰ Ῥωμαϊκὰ βασιλεῦσιν ἤγετο τῶν πρόσθεν καθ̓ ἕνα βεβασιλευκότων.
Συνήγαγε δὲ αὐτοὺς καὶ συγγένεια ἄλλη τε καὶ ἡ ἀπὸ τοῦ γάμου. ὁ γὰρ Ἄννιος Ἀντωνῖνος Οὔηρος τοῦ Μάρκου Ἀντωνίνου κηδεστὴς ἦν ἐπὶ θυγατρί. ἐκείνος δὲ ἐπ̓ ἀνεψιᾷ κηδεύσας ἐτύγχανεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτοι δὴ βασιλεύοντες ἐπήγαγον Πάρθοις πόλεμον τότε πρῶτον ἀντιπαραταξαμένοις μετὰ τὴν Τραϊανοῦ νίκην. καὶ στρατεύει μὲν ἐπ̓ αὐτοὺς Λούκιος Ἄννιος Ἀντωνῖνος: τὰς διατριβὰς δὲ περὶ Ἀντιοχείαν καὶ τὴν Ἀρμενίαν ποιούμενος διὰ τῶν στρατηγῶν ἅπαντα κατώρθου: καὶ Σελεύκειαν τὴν Ἀσσυρίων πόλιν ἐπιφανεστάτην ἑλὼν μετὰ τῶν ἐγκαθημένων αὐτῇ στρατιωτῶν τετρακισμυρίων ἐθριάμβευσεν ἐπὶ τῇ νίκῃ κοινωνὸν ἔχων τοῦ θριάμβου τὸν κοινωνὸν τῆς βασιλείας καὶ τοῦ γένους τὸν κηδεστήν. ἐτελεύτησε δὲ ἐν Βενετίᾳ φερόμενος ἐπ̓ ὀχήματος ἅμα τῷ συμβασιλεύοντι ʽπορεία δὲ ἦν αὐτοῖς ἀπὸ Κονκορδίας εἰς Ἄλτινον̓ νόσον ὑπομείνας τὴν ἀποπληξίαν. συνηριθμήθη τε τοῖς θεοῖς ὑποληφθεὶς ἀνὴρ κοινός τε καὶ ἀγαθὸς εἶναι: καίτοιγε οὐκ ἦν, ἀλλ̓ ἐπέκρυπτεν αὐτὸν ἡ τοῦ βασιλέως ἀρετή.
Μόνος τοίνυν ἔμεινεν ἐπὶ τῆς ἀρχῆς ἅτερος Ἀντωνῖνος Μάρκος, οὖ θαῦμα μόνον ἄξιον ἔχειν, οὐκ ἐπαίνους ἀπαριθμεῖν. ἐκ πρώτης γὰρ ἡλικίας ἥμερός τε ἐγένετο καὶ γαληνὸς ἰδεῖν ὥστε μηδὲ παιδὸς ὄντος ἡδονὴν ἢ λύπην κατακρατῆσαι μηδ̓ ἐξ ἑτέρου τούτων αὐτοῦ τὸ πρόσωπον ἀλλοιότερον φανῆναι. φιλοσοφίας τε ἦν ἐραστὴς ὑπὸ τοῖς Στωϊκοῖς πεπαιδευμένος ὥστε μὴ μόνον τὸ ἦθος οὕτως ἠσκῆσθαι τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ τὴν γλῶτταν ἐν τῇ λογικῇ τῶν ἄλλων πλέον