Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Διδασκάλῳ δὲ ἐχρῆτο τῆς φιλοσοφίας μὲν Ἀπολλωνίῳ τῷ Χαλκηδονίῳ, ῥητορείας δὲ Ἑλληνικῆς μὲν Χαιρωνεῖ τῷ Πλουτάρχου συγγενεῖ, τῆς Ἰταλῶν δὲ Φρόντωνι τῷ τότε ἀρίστῳ ῥητόρων. ἐγένετο δὲ πάντων μάλιστα τῶν βασιλευσάντων τῆς ἰσότητος ἐραστὴς πρὸς οὐδεμίαν ὑπεροψίαν ἀρθείς: καὶ μεγαλόδωρος δὲ ἦν καὶ τὰ τῶν ὑπηκόων ἐκ φιλαγαθίας διῳκεῖτο. πολέμους δὲ τὸν μὲν κατὰ Γερμανῶν διὰ τῶν στρατηγῶν ἐνίκησε, τὸν δὲ κατὰ Μαρκομάννων αὐτὸς παρών τε καὶ αὐτουργῶν, ὃς οὕτως ἰσχυρὸς ἐγένετο καὶ μέγας ὥστε τοῖς Ἄφροις αὐτὸν παραβάλλεσθαι. μετὰ τὰρ πολὺ πτῶμα τῶν ἐναντίων τὸ κατὰ τὴν μάχην ἐγένετο μεῖζον ἕτερον ἐπελθόντος λοιμοῦ τοῦ τε ἀέρος ἐπὶ τοσοῦτον φθαρέντος ὥστε μετὰ τὴν νίκην ἅπασαν σχεδὸν τὴν στρατιὰν διαφθαρῆναι.

Καμνόντων τοίνυν αὐτῷ τῶν πραγμάτων ὅμως προσεκαθέσθη τε καὶ τέλος ἐπέθηκε τῷ πολέμῳ συνηττηθέντων Μαρκομάννοις Κουάδων τε καὶ Οὐανδάλων καὶ Σαρμάτων καὶ Σουήβων καὶ πάντων τῶν αὐτόθι βαρβάρων: πανστρατιᾷ τε γὰρ αὐτοὺς ἀνεῖλε καὶ τοὺς Παίονας ἠλευθέρωσε δουλείας. ἐθριάμβευσέ τε ἐπὶ τῆς Ῥώμης μετὰ Κομόδου τοῦ παιδὸς Καίσαρα χειροτονήσας αὐτὸν Κόμοδόν τε Ἀντωνῖνον προσειπών. φασὶ δὲ τῆς δαπάνης αὐτὸν ἐπιλειπούσης, ἐπειδὴ φόρους ἐπάγειν ἑτέρους ἠρυθρία, τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν καὶ τὰ σκεύη τὰ ἐξ ἀργύρου τε καὶ κρυστάλλου τὴν βασιλικήν τε ἅπασαν σκευὴν ὤνιον προθεῖναι καὶ τὸ συναχθὲν χρυσίον καταναλῶσαι τῷ πολέμῳ: περιγενομένων δὲ τῶν πραγμάτων τοῖς μὲν ἀποδοῦναι βουληθεῖσι τὰ τιμήματα ἀπαριθμῆσαι, τοὺς δὲ κατασχεῖν ἑλομένους μὴ

147
βιάσασθαι ἐπιτρέψαι τε τοῖς ἐπιφανεστέροις κατὰ τὸ σχῆμα τὸ βασιλικὸν εὐωχεῖσθαι καὶ τοὺς ὑπηκόους οἰκέτας ὁμοίᾳ περιβάλλειν στολῇ μηδὲν τῷ βασιλεῖ πλέον ἀπονέμοντα.

Ἐπεὶ οὕτως ἦν ἀφθονώτατος, μεγαλοψυχίαν ἐπεδείξατο τοσαύτην, ὥστε νικητηρίους ἄγων ἑορτὰς ἐν ταῖς πρὸς τὰ θηρία τῶν ἀνδρῶν μάχαις ἑκατὸν ἅμα λέοντας ὑπὸ τοῖς θεαταῖς ἀνεῖλεν. ἐν τοσαύτῃ τῶν κοινῶν εὐδαιμονίᾳ καὶ τοῦ κρατοῦντος ἀρετῇ τέλος ἐπῆλθε τῷ βασιλεῖ δεκάτῳ καὶ ὀγδόῳ τῆς ἀρχῆς ἔτει, τῆς δὲ ἡλικίας ἑνὶ καὶ ἑξηκοστῷ: γνώμῃ τε ἁπάντων μιᾷ συνηριθμήθη τοῖς θεοῖς.