Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Ἐν τούτοις τῆς Ῥώμης οὔσης Βροῦτος καὶ Κάσιος οἱ τὸν Καίσαρα ἀνῃρηκότες κινοῦσι πόλεμον πολὺν περὶ τὴν Μακεδονίαν ἀθροίσαντες στρατὸν καὶ συμμίξαντες ἐν Ἀμφιπόλει τῆς Μακεδονίας Ὀκταβιανῷ καὶ Ἀντωνίῳ ʽΛέπιδον γὰρ ἔδοξε πρὸς παραφυλακὴν τῆς Ἰταλίας μένειν̓ νικῶσιν, οὐκ ἔξω πληγῆς. Κάσιος γὰρ ἔπεσεν ἐν τῇ μάχῃ. μετὰ ταῦτα δὲ ἀναιρεθέντος καὶ Βρούτου --- --- ---
Μετὰ τοῦτον Πομπήϊος ὁ Πομπηΐου παῖς περὶ τὴν Σικελίαν συνεκρότησε πόλεμον τό τε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν. ἐλθὼν δὲ εἰς χεῖρας Αὐγούστῳ τε καὶ Ἀντωνίῳ μετὰ πολὺν φόβον ἐπὶ σπονδαῖς ἀνεχώρησεν.
Ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα: καὶ Βεντίδιος Βάσσος ἐν Συρίᾳ Πέρσας τε τρισὶν ἐνίκησε μάχαις καὶ τὸν τοῦ βασιλέως υἱὸν Ὀρόδου κατήνεγκεν: Ὀρόδης δὲ ἦν ὁ τὸν Κράσσον ἀνελών, περὶ οὗ πρόσθεν εἴρηται: οὗτός τε πρῶτος ἐθριάμβευσε κατὰ Περσῶν δικαίᾳ ψήφῳ τὸ γέρας λαβών.