Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Οὐδενὸς οὖν τῆς ἐμφυλίου ταραχῆς λειψάνου περιόντος πρὸς τὴν Ῥώμην ἧκε μεγαλοφρονῶν ὡς εἰκὸς καὶ πολλὰ παρὰ τὴν ἐκ τοῦ παντὸς χρόνου τῆς πόλεως ἐλευθερίαν διεπράττετο: τὰς μὲν τιμὰς παρὰ τὸ τῷ κοινῷ δοκοῦν διδούς, ὦν ὁ δῆμος ἦν ποτε κύριος, τῇ συγκλήτῳ τε οὐχ ὑπανιστάμενος τυράννου τε σαφῶς ἔργα ποιῶν ἐκίνησεν οὖν ἐφ̓ ἑαυτὸν συνωμοσίαν: καὶ συστάντες ἄνδρες ἐκ τῆς συγκλήτου τε καὶ τῶν ἱππέων ἑξήκοντα ἐβουλεύσαντο αὐτῷ φόνον. ἦσαν δὲ ἡγεμόνες τῆς τῶν ἀνδρῶν ἐκείνων συμμορίας οἵ τε δύο Βροῦτοι, τὴν διαδοχὴν ἕλκοντες ἀπὸ τοῦ πρώτου τὴν ὑπατείαν ἔχοντος Βρούτου μετὰ τοὺς ἑπτὰ βασιλέας, καὶ Κάσιος καὶ Σερβίλιος Κάσκας: σύγκλητος μὲν οὖν τηνικαῦτα ἦν: ἧκε δὲ ἐπὶ τὸ βουλευτήριον ὁ Καίσαρ: ἐπελθόντων δὲ ἐκείνων σφάττεται: τρισὶ δὲ καὶ εἴκοσι πληγαῖς τελευτᾷ τὸν βίον.
Ἔννατον οὗν καὶ ἑπτακοσιοστὸν ἔτος ἠνύετο τῇ πόλει μετὰ τὴν Καίσαρος σφαγήν. ἐμφύλιος δὲ ἐκινεῖτο πόλεμος τῆς μὲν συγκλήτου τὸ ἔργον ἐπαινούσης, Ἀντωνίου δέ, ὃς ἦν συνύπατος τῷ Καίσαρι, τοὺς σφαγέας μετιόντος. ταραττομένης δὲ ὡς εἰκὸς τῆς πόλεως πολλοῖς ἐγχειρῶν ἀτόποις Ἀντώνιος ἐχθρὸς Ῥωμαίων καὶ πολέμιος ἀπεφάνθη δόγματι κοινῷ. στρατεύουσι τοίνυν ἐπ̓ αὐτὸν οἵ τε ὕπατοι
Ἀντώνιος μὲν οὗν ἡττηθεὶς ὑπό τε τῶν ὑπάτων καὶ Ὀκταβιανοῦ καταφεύγει πρὸς Λέπιδον. ἐτύγχανε δὲ ὁ Λέπιδος δικτάτωρι μὲν ὑπουργήσας Καίσαρι κατὰ τὴν ἱππικὴν ἀρχήν, δυνάμεως δὲ ἐξάρχων τότε πολλῆς. τελευτησάντων δὲ μετὰ τὴν νίκην τῶν ὑπάτων ἅπας ὑπὸ τὸν Ὀκτάβιον ὁ στρατὸς ἦν. τότε δὲ Λέπιδος Ἀντωνίῳ πραγματεύεται καταλλαγὰς οἰκείως τε ἔχειν αὐτῷ τὸν Ὀκταβιανὸν ἔπεισεν: εἶτα ἐξαίφνης ἐπὶ τὴν Ῥώμην ἔφθασεν Ὀκταβιανὸς τὴν στρατιὰν πᾶσαν ἄγων ὡς τῷ Καίσαρι τιμωρήσων: καὶ λαμβάνει μὲν τὴν ὕπατον ἀρχὴν εἰκοσαετὴς φόβῳ τοῦ δήμου διδόντος: τῆς συγκλήτου τε πολλοὺς δημεύσας ὅπλοις ἐκράτει τῶν πραγμάτων. συμπραττόντων δὲ αὐτῷ Ἀντωνίου καὶ Λεπίδου τὸν Κικέρωνά τε ἀναιροῦσι καὶ ἑτέρους πολλοὺς τῶν ἐπιφανῶν ἀνδρῶν, οὓς ᾤοντο προστήσεσθαι τῆς πολιτείας.