Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Συνηριθμήθη δὲ τοῖς θεοῖς τὴν βασιλείαν ἐπὶ τὸν νεώτερον ἀδελφὸν παραπέμψας Δομετιανόν. ὃν Νερωνα ἤ Καλιγούλαν ἤ Τιβέριον εἰπὼν οὐκ ἄν τις ἁμάρτοι, τοσοῦτον ἔσχε πρὸς αὐτοὺς τὸν ζῆλον οὔτε τοῦ πατρὸς οὔτε τοῦ ἀδελφοῦ μιμησάμενος οὐδέν. ἀλλ̓ ἐν προοιμίοις μὲν τῆς βασιλείας μετριότητός τινος ἐπεμελήθη, κατὰ μέρος δὲ αὔξων τὴν πονηρίαν εἰς πᾶν προῆλθεν ἡδονῶν τε καὶ θυμοῦ καὶ ὠμότητος καὶ ταῦτα ἐνίκα τῇ πλεονεξίᾳ: μίσος οὖν ὡς εἰκὸς ἠκολούθει μέγιστον ὥστε τῶν πατρῴων τε καὶ ἀδελφικῶν ἀγαθῶν τὴν μνήμην ἐκβαλεῖν. οὕτω γοῦν πολλοὺς μὲν ἀνῄρει τῆς συγκλήτου: θεὸν δὲ αὐτὸν ἠνάγκαζε προσαγορεύειν οὐκ ἀνεχόμενος ἀνδριάσι πλὴν χρυσοῖς καὶ ἀργυροῖς τιμᾶσθαι καὶ τούτοις ἐν Καπετωλίῳ. ἐπλήρωσε δὲ καὶ ἐμφυλίου τὰς χεῖρας αἵματος τοὺς ἀνεψιοὺς ἀνελὼν καὶ τὰ τῆς ὑπεροψίας ἤρετο. καὶ τὰς ἐκστρατείας ἐκ μεγίστων ἐποιήσατο συμφορῶν, ἐπὶ Σαρμάτας τε ἅμα καὶ Σκύθας, Δάκας τε ἅμα καὶ Κάτθας: τάγμα τε ἓν ἀπώλεσε μετὰ τῶν στρατηγῶν καὶ Σαβῖνος ὑπατικὸς καὶ Κορνήλιος Φοῦσκος ὕπαρχος ἔπεσον σὺν πολλῇ στρατιᾷ. ἐθριάμβευσε δὲ κατ̓ αὐτῶν ἀναιδῶς. καὶ τὸ Καπετώλιον καὶ τὴν παροδικὴν ἀγορὰν καὶ τὸ Ἴσιον καὶ τὸ Σαράπιον καὶ τὸ Στάδιον ᾠκοδόμησέ τε καὶ κατεκόσμησε. μίσους τε ἐπὶ πλεῖστον προϊόντος συνομόσαντες τῶν περὶ αὐτόν τινες ἐν ταῖς βασιλικαῖς αὐλαῖς αὐτὸν διεχρήσαντο πέμπτῳ καὶ τεσσαρακοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ δεκάτῳ καὶ πέμπτῳ. τὰ νενομισμένα δὲ ἀπεπλήρωσε τῶν ἐν λόγῳ μὲν οὐδείς: μόνον δὲ οἱ ταῖς κοιναῖς ἐπιτεταγμένοι ταφαῖς ἀφανῶς αὐτὸν καὶ ὡς σῶμα ἀπερριμμένον κατώρυξαν.
Τῆς μὲν οὖν πόλεως ἦν ὀκτακοσιοστὸν καὶ πεντηκοστὸν ἔτος, τὴν ὑπάτων δὲ εἶχον ἀρχὴν Βετέριός τε καὶ Οὐάλης. τότε τοίνυν ἀνέθηλε τὰ τῆς Ῥώμης πράγματα θαυμαστῶν ἐπιτυχόντα βασιλέων. Δομετιανοῦ γὰρ ἀπελθόντος ἐξ ἀνθρώπων τοῦ πονηρίᾳ πάντας ὑπερβαλλομένου διεδέξατο τὴν ἀρχὴν ἀνὴρ ἰδιώτης, ἄριστος δὲ καὶ τῶν πολεμικῶν ἐπιστήμων Νέρβας, εἰ καὶ ἧττον περιφανῶν πατέρων, πρεσβύτης ἤδη, παρελθὼν εἰς αὐτὴν σπουδῇ Πετρωνίου Σεκούνδου καὶ Παρθενίου: τούτων ὁ μὲν ὕπαρχος ἦν, ὁ δὲ ἕτερος εἷς τῶν Δομετιανοῦ φονέων. οὗτος ἁπάσης ἀρετῆς οἱονεί τινας εἰκόνας διὰ τῶν ἔργων ἀναφήνας προανηρπάσθη τοῦ τέλους: εἰσποιησάμενος γὰρ παῖδα Τραϊανὸν ἐτελεύτησεν ἐπὶ τῆς Ῥώμης ἐνιαυτὸν καὶ μῆνας τέσσαρας βασιλεύσας ὀκτώ τε πρὸς ἡμέρας, ἐνὶ καὶ ἑβδομηκοστῷ τῆς ἡλικίας ἔτει. καὶ τῇ τῶν θεῶν ἐπεκλήθη προσηγορίᾳ.