Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Μετὰ τοῦτον τοίνυν διεδέξατο τὴν βασιλείαν Τίτος ὁ παῖς ὁμώνυμος μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος τῷ πατρί, ταῖς ἀρεταῖς ἁπάσαις πᾶσαν εὐφημίαν νικῶν. τὸ πλῆθος γοῦν αὐτὸν Κοινὸν Ἔρωτα προσηγόρευεν. ἦν δὲ οὐχ ἧττον τὴν γλῶτταν ἠσκημένος εἰς λόγους ἢ τὴν χεῖρα πρὸς μάχας, ἐν οὐδενὶ δὲ τοῦ εἰκότος τὸ μέτρον ὑπερέβαινεν. ἠγώνιστο δὲ καὶ τοὺς ἐν δικαστηρίοις ἀγῶνας καὶ δημιουργὸς μέτρων ἄριστος ἦν, ὡς καὶ τραγῳδίαν Ἑλλάδι φωνῇ συνθεῖναι: ἡνίκα δὲ τῷ πατρὶ κατὰ τῶν Ἰουδαίων συνεστρατεύετο, δύο καὶ δέκα τῶν προμάχων ἰσαρίθμοις βέλεσι κατηγωνίσατο. καὶ γενόμενος ἐπὶ τῆς βασιλείας οὕτως ἦν κοινὸς καὶ μέτριος, ὡς μηδένα μὲν ἀπαιτῆσαι τιμωρίαν, τοὺς δὲ ἐπ̓ αὐτῷ συστάντας ἐκ συνωμοσίας ἀφεῖναί τε καὶ καταριθμῆσαι τοῖς φίλοις. τὸ μεγαλόψυχον δὲ αὐτοῦ καὶ φιλόδωρον τοσοῦτον ἦν, ὥστε αὐτῷ τινας εὐκολίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα χρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. δειπνοῦντα δέ ποτε καὶ λογισάμενον, ὡς οὐδὲν οὐδεὶς ἐκείνην%5 εὖ πάθοι τὴν ἡμέραν, σχετλιάσαι καὶ καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολωλυίας εἰπεῖν: οὐκ ἐβασίλευσα τὴν παροῦσαν ἡμέραν, οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὗ πέπονθε σήμερον. κατασκευάσας δὲ Ῥωμαίοις τὸ καλούμενον ἀμφιθέατρον ἀπήρξατο τῆς ἐν αὐτῷ θέας πεντακισχίλια μὲν ἐγκατασφάξας τῷ τόπῳ θηρία, πολλὴν δὲ καὶ ἄλλην ἐπιδειξάμενος πολυτέλειαν.
Ἐτελεύτησε δὲ ὑπ̓ ἀρρωστίᾳ ἐν ᾧπερ καὶ ὁ πατὴρ ἀγρῷ δύο τοῦ πατρὸς ὕστερον ἔτεσι καὶ μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι βασιλεύσας, προβὰς εἰς ἡλικίαν