Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Τῷ δὲ ἑξακοσιοστῷ καὶ πεντηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὴν μὲν ὕπατον εἶχον ἀρχὴν Σέξτος Ἰούλιος Καίσαρ καὶ Λούκιος Μάρκιος Φίλιππος, σχεδὸν δὲ ἅπας ἡσύχαζε πόλεμος. ἀλλ̓ ἐξαίφνης Πικένται Μάρσοι τε καὶ Πελίγνοι ἀστασιάστως τὸν παρελθόντα ἅπαντα χρόνον ὑπακούσαντες Ῥωμαίοις ἀπεθρασύναντο καὶ τὸ ἴσον αὐτοῖς ὑπάρχειν ἠβούλοντο πρὸς τὸν δῆμον. ἐγένετο τοίνυν βαρὺς οὗτος πόλεμος, ὡς καὶ τὸν ὕπατον ἐν αὐτῷ πεσεῖν ἄριστον ἄνδρα Πούβλιον Ῥουτίλιον, Καιπίωνα τῶν ἐπιφανῶν νεανίσκον, καὶ Πόρκιον Κάτωνα καὶ αὐτὸν ὕπατον. ἡγοῦντο δὲ τοῦ στρατοῦ τῶν πολεμίων, Πικέντων καὶ Μάρσων, Τίτος Βήττιος, Ἱέριος Ἀσίνιος, Τίτος Ἑρρέννιος, Αὖλος Κλουέντιος. οὗτος ὁ θόρυβος ἐποίησε Μάριον ἕκτην δέξασθαι τὴν ὕπατον ἀρχήν: τὸ δὲ ἔργον ἐπράχθη παρὰ Πομπηΐου τε καὶ Σύλλου, τῇ μάχῃ καὶ αὐτῶν ἐπιστατούντων. Σύλλας γοῦν Κλουέντιον τὸν μαχιμώτατον τῶν ἐναντίων στρατηγὸν μετὰ πάσης τῆς δυνάμεως εἷλε. τέσσαρσίν τε ἐνιαυτοῖς ἀεὶ καὶ συμπλεκόμενος καὶ νικῶν ἐν τῷ παντὶ χρόνῳ φαίνεται μόνον ἕνα τῶν οἰκείων ἀποβαλὼν στρατιώτην. πέμπτῳ μὲν οὖν ἔτει τέλος ἔσχεν οὗτος ὁ πόλεμος τοῦ Σύλλου κατορθώσαντος αὐτὸν ἐν ὑπατικῇ λοιπὸν ἐξουσίᾳ: τὰ γὰρ πρότερα πραίτωρ ἐτύγχανεν εἰργασμένος.
Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ δευτέρῳ τῆς πόλεως ἔτει πρῶτος ἐμφύλιος ἀνεφύη πόλεμος, καὶ κατὰ τὸν αὐτὸν τοῦτον ἐνιαυτὸν ὁ πρὸς Μιθριδάτην μέγιστος, εἴπερ τις ἕτερος. ὁ μὲν οὖν ἐμφύλιος αἰτίαν ἔσχε τήνδε: Μάριος ἐπὶ τὴν ἕκτην ὑπατείαν κληθεὶς συνύπατον ἔσχε τὸν Σύλλαν, ᾧ τὰ πρὸς Μιθριδάτην ἀπεκληρώθη. καὶ Σύλλου δὲ περὶ τὴν Καμπανίαν διατρίβοντος ʽἐβούλετο γὰρ ὁδοῦ πάρεργον ποιήσασθαι τὴν τῶν Ἰταλικῶν ἐπανόρθωσιν πραγμάτων καὶ τὰ λείψανα τῆς παλαιᾶς ἀνελεῖν στάσεωσ̓ ὁ Μάριος πείθει τὸν δῆμον ἐπ̓ αὐτὸν μεταθεῖναι τὴν Μιθριδατικὴν μάχην. καὶ συνήργησεν αὐτῷ πολὺς ὢν ἤδη λοιπὸν ὁ περὶ Μιθριδάτου