Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ὅτε δὲ ὁ πρὸς Ἰουγούρθαν ἐπράττετο πόλεμος, πολλαῖς ἑτέραις μάχαις ἐκράτουν Ῥωμαῖοι διὰ τῶν ὑπάτων. Μανίλιος γὰρ καὶ Καιπίων Κίμβρους καὶ Τεύτονας καὶ Τουγούρους καὶ Ἄμβρονας ʽἔθνη δέ ἐστι ταῦτα Γερμανῶν τε καὶ Γάλλων̓ κατεπολέμησαν. οὗτοι μετὰ τοσαύτης ἐπανέστησαν τῷ δήμῳ στρατιᾶς, ὅση ἤνεγκε φόβον οὐχ ἥττω τῆς Ἀννίβου τυραννίδος: περὶ αὐτῆς γοῦν ἔδεισαν Ῥωμαῖοι τῆς πόλεως. πολλάκις γοῦν συμμίξαντες καὶ πολλάκις ἡττηθέντες ἔμενον ἔτι πολέμιοι, ἀλλὰ Μάριος μετὰ τὴν κατὰ Ἰουγούρθα νίκην ἐπὶ Κίμβρους καὶ Τεύτονας ἐξεπέμφθη. καὶ παρασυρομένου τοῦ πολέμου τρίτον τε αὐτῷ καὶ τέταρτον ἐπισυνήφθη τὰ τῆς ἀρχῆς τοῦ ὑπάτου. κατὰ δὲ τὴν τετάρτην ὑπατείαν κοινωνὸς αὐτῷ ἦν τῆς ὑπατείας Κύντος Λουτάτιος Κατοῦλος. ἄμφω τοίνυν συνέμιξαν τοῖς Κίμβροις καὶ δύο νικῶσι μάχας οὕτω σφοδρῶς ὡς εἴκοσι μὲν μυριάδας ἀνδρῶν πεσεῖν, αἰχμαλώτων δὲ ὀκτὼ γενέσθαι καὶ προσέτι Τευτόβοδον τὸν στρατηγὸν τῶν πολεμίων. ὑπὲρ ταύτης οὗν τῆς νίκης καὶ πέμπτον αὐτῷ τὰ τῆς ἀρχῆς ἐψηφίσθη καὶ ταῦτα ἀπόντι.

Οὐ μὴν ἡσύχασαν Κίμβροι καὶ Τεύτονες, ἀλλ̓ ἔτι τῷ πλήθει κρατοῦντες ʽοὐχ ἧττον γὰρ ἦν τοῦ διεφθαρμένου τὸ λειπόμενον̓ τὰ σφέτερα αὐτῶν ἀφέντες παρῆλθον ἐπὶ τὴν Ἰταλίαν: ὑπὸ τῶν αὐτῶν δὲ αὗθις, Μαρίου τε καὶ Κατούλου, κατεπολεμήθησαν. ἔνθα δὴ καὶ λαμπρότερον ἐγένετο τὸ ἔργον Κατούλου: καὶ πίπτουσιν ἐν τῇ τελευταίᾳ μάχῃ δέκα καὶ τέσσαρες ἀνδρῶν μυριάδες, ἕξ δὲ αἰχμαλώτων ἄγονται τριακοσίων μόνον ἐκ τοῦ Ῥωμαϊκοῦ πεσόντων στρατοῦ. στρατιωτικὰ δὲ σημεῖα ὑπὸ Ῥωμαίοις ἐγένοντο τρία καὶ τριάκοντα. ὧν ἕν μὲν καὶ τριάκοντα εἷλον οἱ ὑπὸ Κατούλῳ μαχόμενοι, δύο δέ, ὧν ἡγεῖτο Μάριος. ἑκάτεροι δὲ ὅμως ἐθριάμβευσαν.

87