Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Κατὰ τὸν αὐτὸν δὲ χρόνον Μέτελλος ἐν Ἱσπανίᾳ πρὸς Κελτοὺς Ἴβηρας ἐμαχέσατο γενναίως: καὶ παραδίδωσι τήν τε ἀρχὴν καὶ τὸν πόλεμον Πομπηΐῳ. εἶτ̓ ἐφεξῆς αὐτός τε καὶ Πομπήϊος καὶ Κύντος Καιπίων ἐπὶ τὸν Πουρίανθον ἐξεπέμφθησαν. ὃς ἐν τῇ Λυσιτανίᾳ κατὰ Ῥωμαίων ἤρξατο πολέμου καὶ τοὺς Ἱσπανοὺς ἀνηρέθισε τέταρτον ἤδη καὶ δέκατον ἔτος ἡσυχάσαντας. ἦν δὲ ὁ Πουρίαθος ποιμήν, εἶτα ληστρικὸν: μετῆλθε βίον, τελευτῶν δὲ εἰς τοῦτο ἦλθε παρανοίας ὡς ἐν νῷ λαβεῖν
Πομπήϊος δὲ τῇ πρὸς Νουμαντίνους ἡττηθεὶς μάχῃ σπονδὰς ἐπονειδίστους ἐποιήσατο: καὶ Ὁστίλιος δὲ Μαγκῖνος ὁ μετ̓ αὐτὸν ὕπατος ἀναλαβὼν τὴν μάχην χαλεπώτερόν τε ἡττηθεὶς ἢ Πομπήϊος ἐπὶ σπονδαῖς ἀνεχώρησεν αἰσχροτέραις, ὡς τὸν δῆμον τὸν τῶν Ῥωμαίων μήτε δέξασθαι τὰς σπονδὰς καὶ τὸν Μαγκῖνον παραδοῦναι τοῖς πολεμίοις πεισόμενον ὅ τι ἂν αὐτοῖς δοκῇ. ἐν τοσαύτῃ τοίνυν ἀτιμίᾳ διπλῇ καὶ ἥττης καὶ συνθήκης ἐκπέμπεται Σκηπίων ὁ καλούμενος Ἀφρικανὸς μετὰ τῆς ὑπατικῆς ἐξουσίας. οὗτος πρότερον μὲν ἐπεμελήθη τῆς στρατιᾶς ὑπὸ τοῖς προτέροις ἡγεμόσι διεφθαρμένης γυμνασίοις τε αὐτοὺς καταμελετῶν καὶ χωρὶς ὠμότητος καὶ τιμωρίας εἰς τὸ δέον ἐπανάγων: ὡς δὲ ἥρμοσε τοὺς ἄνδρας, ἐπῆλθε τῶν πόλεων ταῖς ἀποστάσαις: καὶ τοὺς μὲν σφᾶς αὐτοὺς παραδόντας, τοὺς δὲ πολιορκίαις ἐπηγάγετο. τελευταῖον δὲ ἐπὶ τὸ κεφάλαιον ἦλθε τοῦ πολέμου τὴν Νουμαντίαν: καὶ προσκαθεσθεὶς λιμῷ τε πιέσας τοὺς ἔνδον τήν τε πόλιν εἷλε καὶ κατέσκαπτε: καὶ τὸ ἔθνος ἅπαν ἀπέδωκε τῇ Ῥώμῃ.