Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Τότε καὶ Κορίνθῳ πόλει τῶν Ἑλλήνων ἐπιφανεστάτῃ πόλεμος ἐπηνέχθη Ῥωμαϊκός, ἐπειδὴ κατὰ τῶν ἐκ Ῥώμης πρεσβευτῶν πεπαρῳνήκεσαν: καὶ Μούμμιος ἐκπεμφθεὶς εἷλε ταύτην καὶ κατέσκαψε. τρεῖς τε ἅμα θρίαμβοι θέαμα καινὸν ἐφάνησαν ἐπὶ τῆς Ῥώμης: ἐξ Ἀφρικῆς μὲν Σκηπίωνος, οὗ τῶν ἁρμάτων Ἀσδρούβας ἡγεῖτο: Μετέλλου δὲ ἐκ Μακεδονίας, οὗ προέτρεχεν Ἀνδρίσκος ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ Ψευδοφιλίππᾠ: κατὰ Κορινθίων δὲ Μουμμίου πολλῶν αὐτὸν κατακοσμούντων χαλκῶν τε ἀγαλμάτων καὶ σανίδων γραφαῖς ἐξησκημένων.
Οὐ μὴν πάντα τὰ Μακεδόνων ἡσύχαζεν. ἀλλ̓ αὖθις ἕτερος Ψευδοπερσεὺς παῖδα λέγων ἑαυτὸν Περσέως οἰκετικὴν συλλέξας στρατιὰν ἐπεχείρει πολεμεῖν, ὥστε αὐτῷ τοὺς ὁπλίτας εἰς ἑξακισχιλίους τελεῖν πρὸς τοῖς μυρίοις. ἀλλὰ τοῦτον ἔπαυσε μάχῃ νικήσας Τρεμέλλιος.