Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Διαδέχονται δὲ τὴν βασιλείαν οἱ τρεῖς παῖδες καὶ Δαλμάτιος ἀδελφοῦ παῖς Καίσαρ κεχειροτονημένος. ἀλλὰ Δαλμάτιος μὲν εὐθὺς ἀνῃρέθῃ ʽφύσεώς τε ἀρίστης νεανίσκος καὶ τῷ θείῳ μᾶλλον ἐμφερὴσ̓ στρατιωτῶν αὐτὸν κελεύοντος Κωνσταντίου διαχρησαμένων ἢ τὴν ἐπιβουλὴν οὐκ ἀγνοοῦντος. Κωνσταντῖνος δὲ τὸν ἀδελφὸν Κώνσταντα ἐν Ἀκυλίᾳ τῇ πόλει τῆς Ἰταλίας ἀπερισκέπτως ἐνστρεφόμενος ταῖς μάχαις ἔπεσε παρὰ τῶν ἡγεμόνων τῆς ἐναντίας παρατάξεως δεξάμενος τὴν πληγήν. τὴν πᾶσαν δὴ λοιπὸν ἀρχὴν ἔσχον Κώνστας τε καὶ Κωνστάντιος: ἀλλ̓ ὁ μὲν ἀνδρείᾳ τε καὶ δικαιοσύνῃ τὸ πρῶτον ἐκλάμψας ὁ Κώνστας ἔπειτα καὶ ὑπὸ νόσου καὶ ὑπὸ τῆς τῶν συνόντων πονηρίας ἐξ ἀρετῆς εἰς κακίαν ἰσόρροπον μετέστη καὶ τοῖς τε ὑπηκόοις ὢν βαρὺς τῷ στρατεύματί τε ἀηδὴς ἐξ ἐπιβουλῆς Μαγνεντίου νεωτερίσαντος ἀνῃρέθη πλησίον τῆς Ἱσπανίας ἐν φρουρίῳ Ἑλένῃ καλουμένῳ ἑπτακαίδεκα βασιλεύσας ἐνιαυτούς, τριακοστὸν δὲ τῆς ἡλικίας ἐκπληρώσας, στρατιώτης οὐκ ἀγεννὴς οὐδὲ εὐκαταφρόνητος τῇ στρατιᾷ, τοὐναντίον δὲ φοβερώτατος οὐχὶ ὠμότητος ἀλλ̓ ἀνδρείας ποιούσης φόβον.
Κωνσταντίῳ δὲ οὐ κατὰ τὸν ἀδελφὸν ἀπήντησε τὰ τῆς τύχης. Περσῶν γὰρ ἀεὶ καὶ μάχῃ κρατηθέντων καὶ ληφθέντων αἰχμαλώτων καὶ πόλεις ἀποβαλόντων καὶ πολιορκίαις καταδαπανηθέντων ἐν τοῖς ἔμπροσθεν οὐδέποτε Κωνστάντιος κατὰ Σαπώρου τοῦ τῶν Περσῶν βασιλεύοντος εὐτυχῶς ἐπολέμησε πλὴν ἐν Σιγγάροις: ἔνθα δὴ νίκην αὐτὸν ἀνελέσθαι παντελῆ τῶν τε ἱππέων καὶ τῶν ὁπλιτῶν ἡ προπέτεια οὐ συνειδότων τὸν καιρὸν διεκώλυσεν: ἀρχομένης γὰρ ἑσπέρας προεκαλέσαντο τὴν μάχην. καὶ μετὰ τὴν Κώνσταντος δὲ τελευτὴν Ἰταλίας καὶ Ἀφρικῆς καὶ Γάλλων ὑπὸ Μαγνεντίῳ τελούντων οὐδὲ τὰ τῶν Ἰλλυριῶν ἦν ἐν ἡσυχίᾳ τῆς ἐκεῖ στρατιᾶς πρὸς φυλακὴν τῆς χώρας Βετρανίωνά τινα πρεσβύτην ἀνειπούσης καὶ περιθείσης αὐτῷ τὴν ἁλουργίδα: ὃς ἐπίσημος μὲν ἦν ἐκ πολλῶν πολέμων καὶ τῆς κατ̓ αὐτοὺς εὐτυχίας, ἀρετῆς δὲ ἐραστὴς οἷαν εἰκὸς τὸν ἐν ὅπλοις ὄντα ἐργάζεσθαι,