Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Κωνστάντιος δὲ τιμωρῆσαι τἀδελφῷ προελόμενος Βετρανίωνα μὲν ἀφείλετο τῆς ἀρχῆς συνθεμένου καὶ συνεργοῦντος τοῦ στρατοῦ. θέαμά τε ἐγένετο καινὸν εἰς ἰδιώτην ἐκ βασιλέως μεθιστάμενος. Νεπωτιανὸν δὲ τὸν ἀνεψιὸν ἐξ ἀδελφῆς τοῦ πατρὸς γεγενημένον καὶ τυραννήσαντα κατὰ τὴν Ῥώμην διὰ χειρὸς τῶν αὐτόθι μονομαχούντων Μαγνεντίου στρατηγοὶ διεχρήσαντο εἰκοστῇ ὀγδόῃ τῆς τυραννίδος ἡμέρᾳ μεγάλης προαπολόμενον τῶν ἀρχομένων βλάβης: οἷος ἂν ἐγένετο περιγενόμενος, ὁ μικρὸς ἔδειξε χρόνος. καὶ τὴν κεφαλὴν ἀποτεμόντες δόρατί τε ἐμπήξαντες ἐν τοῖς τοῦ δήμου περιήγαγον ὀφθαλμοῖς, τοὺς συνειδότας δὲ τῇ πράξει κατέσφαξαν τὰς οὐσίας ποιήσαντες δημοσίας.
Ἀλλὰ καὶ Μαγνέντιος ἐν Μούρσῃ νικηθεὶς μικροῦ μὲν καὶ αὐτὸς ἑάλω. τοσοῦτος δὲ ἐγένετο φόνος ἐξ ἑκατέρου στρατεύματος ὥστε μεγίστην ἐνεγκεῖν τοῖς κοινοῖς ζημίαν. πολὺν γὰρ ἂν ἔτεκον τῇ πόλει θρίαμβον, εἰ πρὸς ἄλλο --- --- ---