Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἑρκούλιος δὲ ὁ Μαξεντίου πατὴρ ἐν μέσῳ τῷ στρατῷ δημηγορῶν ὡς καταφανὴς ἐγένετο τὸν μὲν παῖδα παρωθούμενος, ἐφ̓ ἑαυτὸν δὲ τὴν ἐξουσίαν ἄγων, μετὰ πολλὰς τὰς ἐπ̓ αὐτῷ γενομένας λοιδορίας ἀπεχώρησεν ἐπὶ τὰς Γαλλίας πλαττόμενος ὑπὸ τοῦ παιδὸς ἐληλάσθαι, ὥστε ἀφορμὴν αὐτῷ τοῦτο γενέσθαι τῆς πρὸς Κωνσταντῖνον σχέσεως, ὃς ἦν αὐτῷ γαμβρὸς ἐπὶ θυγατρί: τὸ δὲ ἀληθὲς ἐπραγματεύετο τὸν Κωνσταντίνου φόνον, ὃς ἤδη τῷ φίλτρῳ τῶν ἀρχομένων παρελήλυθε τὸν πατέρα Φράγγους τε νενικηκὼς καὶ Ἀλαμανοὺς καὶ τοὺς βασιλέας αὐτῶν ὑφ̓

173
ἑαυτῷ πεποιημένος, οὓς καὶ θηρίοις παραδοὺς ἐν κοινῇ θέᾳ διέφθειρεν: οὗτος ὁ δόλος Ἑρκουλίου τὴν θυγατέρα Φαύσταν οὐκ ἔλαθε Κωνσταντίνῳ συνοικοῦσαν: ἀλλ̓ ἐπαγγέλλει τὸ τοῦ πατρὸς ἐγχείρημα. δέει τοίνυν τοῦ γαμβροῦ μεμαθηκότος ἤδη τὴν ἐπιβουλὴν φεύγει καὶ γενόμενος ἐν τῇ Μασσαλίᾳ παρασκευαζόμενός τε ἐκεῖθεν ἐπὶ τὸν υἱὸν ἐκπλεῦσαι Μαξέντιον ἀνῃρέθη δικαιοτάτην ὑπομείνας τελευτὴν ὠμότητός τε καὶ τοῦ θηριώδους τρόπου χάριν: πρὸς γὰρ τῇ κακίᾳ ταύτῃ πρὸς πάντας ἦν ἄπιστος καὶ τῆς κοινῆς πολιτείας λυμεὼν κοινότητος παντοδαπῆς ἀλλότριος.

Ἐν τούτῳ τῷ χρόνῳ Γαλλέριος ἤγαγεν εἰς βασιλείαν Λικίννιον γνώριμον αὐτῷ γεγενημένον ἐκ τῆς πρὸς Ναρσῆν τὸν Πέρσην μάχης: τῶν γὰρ ἀνδρειότατα μεμαχημένων τε καὶ ἠριστευκότων ἦν. καὶ μετὰ τοῦτο εὐθὺς Γαλλέριος ἐτελεύτησε. τέσσαρές τε λοιπὸν τῶν Ῥωμαϊκῶν ἐκράτησαν πραγμάτων, Κωνσταντῖνος καὶ Μαξέντιος ἐξ Αὐγούστων γεγενημένοι, καὶ Λικίννιος καὶ Μαξιμιανὸς ἐξ ἰδιωτῶν πρὸς τὴν ἀρχὴν κεκλημένοι. Κωνσταντῖνος μὲν οὖν πέμπτῳ τῆς βασιλείας ἔτει στρατεύσας ἐπὶ Μαξέντιον ἐμφύλιον συνῆψε μάχην ἐκράτησέ τε αὐτοῦ πανστρατιᾷ: μετ̓ οὐ πολὺ δὲ καὶ αὐτὸν ἀνεῖλεν ἐν τῇ γεφύρᾳ τῇ καλουμένῃ Μολβίᾳ πολὺν ὄλεθρον κατὰ τῆς συγκλήτου βουλευόμενον, προσέθηκέ τε τὴν Ἰταλίαν τῇ βασιλείᾳ. Μαξιμιανὸς δέ τις νεωτερίσας ἐπήγαγε Λικιννίῳ πόλεμον ἐν τοῖς μέρεσι τοῖς ἑῴοις καὶ τελευτᾷ τὸν βίον πρὶν εἰς ἔργον τὶ προελθεῖν ἐξαπιναίως ἔν Ταρσῷ τῆς Κιλικίας.

Οὐ μὴν ἡσύχασε Λικιννίῳ τὰ πράγματα. Κωνσταντῖνος γὰρ στρατηγεῖν τε ἀγαθὸς ὢν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις δυνατώτατός τε ἤδη ἐν ταῖς προσθήκαις γεγενημένος ἐπήγαγεν αὐτῷ πόλεμον ἐπιθυμίᾳ τῆς τοῦ παντὸς ἀρχῆς παρὰ φαῦλον ποιησάμενος τὴν ἀπὸ τοῦ γάμου συγγένειαν: κηδεστὴς γὰρ ἦν αὐτῷ Λικίννιος ἐπ̓ ἀδελφῇ Κωνσταντίᾳ. καὶ πρῶτον μὲν ἐν Κιβάλει πόλει Παιονικῇ πολλὴν συναγείραντα δύναμιν καὶ παρασκευῇ πάσῃ χρώμενον ἀθρόως ἐπελθὼν διεσκέδασεν ἐκράτησέ τε Δαρδάνων καὶ Μυσῶν καὶ Μακεδόνων καὶ πολλῶν ἑτέρων ἐθνῶν, ὦν ὁ Λικίννιος ἐβασίλευσε.

Μετὰ δὲ ταῦτα πολλαῖς αὐτῷ συμπλακεὶς μάχαις σπονδάς τε θέμενος, ἑ??ʼτα καὶ ταύτας ὑπερβάς, ἐπειδὴ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡττημένος ὁ Λικίννιος καὶ οὐδὲ ὑπὸ τῶν ὅρκων ὠφελούμενος πρὸς τὴν θεσσαλονίκην κατέφυγεν, ἀνεῖλέ

175
τε αὐτὸν καὶ κατέστη μόνος αὐτοκράτωρ τρεῖς ἔχων ὑφ̓ ἑαυτῷ Καίσαρας τοὺς ἑαυτοῦ παῖδας, ὅπερ οὐδέπω πρότερον ἡ τῶν Ῥωμαϊκῶν ἔσχε πραγμάτων κατάστασις. ἐκ ταύτης τῆς εὐπραγίας μετεβλήθη τοὺς τρόπους καὶ τῆς κοινότητος ὑπερεῖδε τῆς πολλῆς τε ἐκείνης πρᾳότητος ἀφεῖλεν, ἣν ἐν προοιμίοις ἐπ̔??ʼδείξατο, προῆλθέ τε εἰς ὠμότητα, δἰ ἣν καὶ αἵμασιν οἰκείων ἐμιάνθη σωμάτων υἱοῦ τε καὶ ἀδελφιδοῦ φόνον ἐργασάμενος φίλοις τε ὡς πλείστοις τὴν χεῖρα ἐπιβαλών.

Συνελόντι δὲ εἰπεῖν ἀρξάμενος μὲν τῆς βασιλείας τοῖς ἀρίστοις συνηριθμήθη τῶν βασιλευσάντων, τελευτῶν δὲ μόλις ἐξισώθη τοῖς μέσοις. καίτοι καὶ ῥώμῃ σώματος καὶ ἀρετῇ ψυχῆς οἷός τ̓ ἂν ἐγένετο διαλάμψαι: δόξης τε γὰρ ἐπεθύμει πολεμικῆς καὶ πρὸς ἀριστείαν ἦν ἕτοιμος. τύχη δὲ ἠκολούθει μὲν αὐτοῦ τοῖς ἐγχειρήμασι δεξιά, τὰς ἀρετὰς δὲ οὐκ ἔκρυπτεν, ἀλλ̓ ἐκείνων ἐνομίζετο καὶ ταύτης ἦν. Σκύθας τοι κατεπολέμησε σπονδάς τε κατ̓ ἐξουσίαν ἐποιήσατο: πολύς τε ἦν αὐτοῦ παρὰ τοῖς βαρβάροις λόγος, ὥστε τοὺς πλείστους ἀμοιβὰς ἐποφείλειν αὐτῷ νομίζειν. καὶ τῆς ἐλευθέρου παιδείας καὶ τῶν λογικῶν ἐπιστημῶν ἀντείχετο καὶ τοῦ παρὰ πάντων φίλτρου μήτε δωρεᾶς ὑπὲρ τούτου μητ̓ ἄλλης σπουδῆς μετὰ τοῦ σεμνοῦ φειδόμενος. τῶν φίλων δέ τισι μὲν ἠπίστει, τινὰς δὲ ἀναμφισβητήτως ἐθεράπευσεν οὐδεμίαν καταλιπὼν ὑπερβολὴν ἀλλὰ πλουσίους τε αὐτοὺς καὶ δυνατοὺς ἀποφαίνων.

Νόμους δὲ τοὺς μὲν δἰ αὐτὸ τὸ κακὸν ἔθηκε μόνον, τοὺς δὲ ἐκ περιουσίας πρὸς οὐδὲν χρήσιμον: ἔστι δὲ οὓς ἀπηνέστερον συνέγραψεν ὡς διὰ τούτου τάξιν ἐπιθήσων τῇ πολιτείᾳ. παρασκευαζόμενος δὲ ἐπιστρατεῦσαι κατὰ Περσῶν τὴν Μεσοποταμίαν ἐνοχλούντων ἑνὶ καὶ τριακοστῷ τῆς βασιλείας ἔτει, τῆς δὲ ἡλικίας ἑξηκοστῷ

177
καὶ ἕκτῳ κατὰ τὴν Βιθυνίαν ἐτελεύτησεν ἐν Νικομηδικῷ χωρίῳ. καὶ τὴν τελευτὴν αὐτοῦ πρὸ ἄλλου τινὸς ἀγγέλου τοῖς πανταχοῦ κομήτης ἀστὴρ ἐμήνυσεν ἐπὶ πολλαῖς ἀνίσχων ταῖς ἡμέραις. ὁ μὲν οὗν συνηριθμήθη τοῖς θεοῖς.

Διαδέχονται δὲ τὴν βασιλείαν οἱ τρεῖς παῖδες καὶ Δαλμάτιος ἀδελφοῦ παῖς Καίσαρ κεχειροτονημένος. ἀλλὰ Δαλμάτιος μὲν εὐθὺς ἀνῃρέθῃ ʽφύσεώς τε ἀρίστης νεανίσκος καὶ τῷ θείῳ μᾶλλον ἐμφερὴσ̓ στρατιωτῶν αὐτὸν κελεύοντος Κωνσταντίου διαχρησαμένων ἢ τὴν ἐπιβουλὴν οὐκ ἀγνοοῦντος. Κωνσταντῖνος δὲ τὸν ἀδελφὸν Κώνσταντα ἐν Ἀκυλίᾳ τῇ πόλει τῆς Ἰταλίας ἀπερισκέπτως ἐνστρεφόμενος ταῖς μάχαις ἔπεσε παρὰ τῶν ἡγεμόνων τῆς ἐναντίας παρατάξεως δεξάμενος τὴν πληγήν. τὴν πᾶσαν δὴ λοιπὸν ἀρχὴν ἔσχον Κώνστας τε καὶ Κωνστάντιος: ἀλλ̓ ὁ μὲν ἀνδρείᾳ τε καὶ δικαιοσύνῃ τὸ πρῶτον ἐκλάμψας ὁ Κώνστας ἔπειτα καὶ ὑπὸ νόσου καὶ ὑπὸ τῆς τῶν συνόντων πονηρίας ἐξ ἀρετῆς εἰς κακίαν ἰσόρροπον μετέστη καὶ τοῖς τε ὑπηκόοις ὢν βαρὺς τῷ στρατεύματί τε ἀηδὴς ἐξ ἐπιβουλῆς Μαγνεντίου νεωτερίσαντος ἀνῃρέθη πλησίον τῆς Ἱσπανίας ἐν φρουρίῳ Ἑλένῃ καλουμένῳ ἑπτακαίδεκα βασιλεύσας ἐνιαυτούς, τριακοστὸν δὲ τῆς ἡλικίας ἐκπληρώσας, στρατιώτης οὐκ ἀγεννὴς οὐδὲ εὐκαταφρόνητος τῇ στρατιᾷ, τοὐναντίον δὲ φοβερώτατος οὐχὶ ὠμότητος ἀλλ̓ ἀνδρείας ποιούσης φόβον.

Κωνσταντίῳ δὲ οὐ κατὰ τὸν ἀδελφὸν ἀπήντησε τὰ τῆς τύχης. Περσῶν γὰρ ἀεὶ καὶ μάχῃ κρατηθέντων καὶ ληφθέντων αἰχμαλώτων καὶ πόλεις ἀποβαλόντων καὶ πολιορκίαις καταδαπανηθέντων ἐν τοῖς ἔμπροσθεν οὐδέποτε Κωνστάντιος κατὰ Σαπώρου τοῦ τῶν Περσῶν βασιλεύοντος εὐτυχῶς ἐπολέμησε πλὴν ἐν Σιγγάροις: ἔνθα δὴ νίκην αὐτὸν ἀνελέσθαι παντελῆ τῶν τε ἱππέων καὶ τῶν ὁπλιτῶν ἡ προπέτεια οὐ συνειδότων τὸν καιρὸν διεκώλυσεν: ἀρχομένης γὰρ ἑσπέρας προεκαλέσαντο τὴν μάχην. καὶ μετὰ τὴν Κώνσταντος δὲ τελευτὴν Ἰταλίας καὶ Ἀφρικῆς καὶ Γάλλων ὑπὸ Μαγνεντίῳ τελούντων οὐδὲ τὰ τῶν Ἰλλυριῶν ἦν ἐν ἡσυχίᾳ τῆς ἐκεῖ στρατιᾶς πρὸς φυλακὴν τῆς χώρας Βετρανίωνά τινα πρεσβύτην ἀνειπούσης καὶ περιθείσης αὐτῷ τὴν ἁλουργίδα: ὃς ἐπίσημος μὲν ἦν ἐκ πολλῶν πολέμων καὶ τῆς κατ̓ αὐτοὺς εὐτυχίας, ἀρετῆς δὲ ἐραστὴς οἷαν εἰκὸς τὸν ἐν ὅπλοις ὄντα ἐργάζεσθαι,

179
ὅλης τῆς παλαιότητος εἰκών: παιδείας δὲ ἀμέτοχος τῆς ἐν λόγοις καὶ αὐτῶν ἄπειρος τῶν γραμμάτων πλὴν ὅσον τῆς τούτων ἐπεμελήθη γνώσεως ἀφ οὗπερ ἐβασίλευσε.