Noctes Atticae

Gellius, Aulus

Gellius, Aulus. The Attic Nights of Aulus Gellius. Rolfe, John C., editor. Cambridge, Mass.; London: Harvard University Press; William Heinemann, 1927 (printing).

nos autem postea, cum librum forte Erasistrati legeremus Διαιρέσεων primum, id ipsum in eo libro, quod Favorinum dicere, scripture offendimus.

Verba Erasistrati ad eam rem pertinentia haec sunt: Ἐλογιζόμεθα οὖν παρὰ τὴν ἰσχυρὰν σύμπτωσιν τῆς κοιλίας εἶναι τὴν σφόδρα ἀσιτίαν· καὶ γὰρ τοῖς ἐπίπλεον ἀσιτοῦσιν κατὰ προαίρεσιν ἐν τοῖς πρώτοις χρόνοις ἡ πεῖνα παρακολουθεῖ, ὕστερον δὲ οὐκέτι. Deinde paululum infra:

Εἰθισμένοι δέ εἰσιν καὶ οἱ Σκύθαι, ὅταν διά τινα καιρὸν ἀναγκάζωνται ἀσιτεῖν, ζώναις πλατείαις τὴν κοιλίαν διασφίγγειν,ὡς τῆς πείνης αὐτοὺς ἧττον ἐνοχλούσης· σχεδὸν δὲ καὶὅταν πλήρης κοιλία ᾖ, διὰ τὸ κένωμα ἐν αὐτῇ μηδὲν εἶναι,διὰ τοῦτο οὐ πεινῶσιν, ὅταν δὲ σφόδρα συμπεπτωκυῖα ᾖ,κένωμα οὐκ ἔχει.