Noctes Atticae
Gellius, Aulus
Gellius, Aulus. The Attic Nights of Aulus Gellius. Rolfe, John C., editor. Cambridge, Mass.; London: Harvard University Press; William Heinemann, 1927 (printing).
Sed ipsius illius egregii scriptoris uti verbis libet, quae et dignitate et fide graviora sunt: Καὶ μετὰ
ταῦτα ἡ ξύνοδος ἦν· Ἀργεῖοι μὲν καὶ οἱ σύμμαχοι ἐντόνως καὶ ὀργῇ χωροῦντες, Λακεδαιμόνιοι δὲ βραδέως καὶ ὑπὸ αὐλητῶν πολλῶν, νόμου [*](νόμου, ὁμοῦ, νόμῳ, codd. Thuc.) ἐγκαθεστώτων, οὐ τοῦ θείου χάριν, ἀλλʼ ἵνα ὁμαλῶς μετὰ ῥυθμοῦ βαίνοντες προσέλθοιεν καὶ μὴ διασπασθείη αὐτοῖς ἡ τάξις, ὅπερ φιλεῖ τὰ μεγάλα στρατόπεδα ἐν ταῖς προσόδοις ποιεῖν