Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
29 δῶμα Καδμεῖον περιφραστικῶς ἡ πόλις· ἢ ἀντὶ τὰ δώματα πάντα τὰ τῆς πόλεως.
33 ἀνδρῶν δὲ πρῶτον: οὐ μόνον οὖν ὡς βασιλέως δέονται ἀλλὰ καὶ σοφοῦ· κατὰ βραχὺ δὲ παρεμβάλλει ἡμῖν ὁ ποιητὴς τὰ τῆς ἱστορίας τοῦ Οἰδίποδος.
συμφοραῖς βίου ταῖς βιωτικαῖς συντυχίαις.
34 ἔν τε δαιμόνων συναλλαγαῖς: καὶ ἐν ταῖς πρὸς τὸ θεῖον κοινωνίαις καὶ φιλίαις τὸ στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας· ἐκ τούτου δὲ παθητικωτέραν τὴν τραγῳδίαν ποιεῖ ὅταν ὁ τοιοῦτος εἶναι νομιζόμενος φανῇ καινοῖς μύσεσιν ἔνοχος.
35 ὅς τε μολὼν ἄστυ Καδμεῖον, ἴνα καὶ ἡ ἀπὸ ξένης ἄφιξις αὐτοῦ δηλωθῇ· σκληρᾶς δὲ ἀοιδοῦ ὅτι τὸ ἀοιδοῦ εὔφημόν ἐστιν προσέθηκε σκληρᾶς ὅ ἐστι δυσκόλου διὰ τὸ αἴνιγμα ἢ φονικῆς.
38 οὐδʼ ἐκδιδαχθείς: οἷον οὐ προακούσας παρʼ ἡμῶν τὸν τρόπον τῶν αἰνιγμάτων ὅπερ συνελάμβανέν πώς σοι πρὸς τὴν λύσιν· ὡς πρὸς θεοφιλῆ οὖν καὶ εὐτυχῆ ἀπαντῶσιν· περιττεύει δὲ ἡ ἐξ ἢ ἡ ὑπό.
[*](7 Π. χ 31. — 8 ἐπιβάλλων Suid. v. σκήψας. — 10 τὰ om G. — 16 τὸ om. Suid. v. συναλλαγαῖς; τῷ Wolffius — 19 φανεῖ L, corr. G. — 20 ὅς τε] ὥστε L, corr. G ; ὅς γʼ in textu. — 23 φοινικῆς, ι deleto L, φονικῆς Suid. v. σκληρᾶς ἀοιδοῦ.)προσθήκῃ συμβουλῇ, ἐπικουρίᾳ.
40 κράτιστον πᾶσιν ἢ ὑπὸ πάντων κράτιστος εἶναι ὑπολαμβανόμενος ἢ πᾶσι τοῖς προειρημένοις, τύχῃ, συνέσει, θεοφιλίᾳ.
41 πρόστροποι. προσπεπτωκότες, προστετραμμένοι· ἴσως δὲ τοῦτο εἰπὼν ὁ ὑποκριτὴς προσπίπτει εἰς τοὺς πόδας τοῦ ἄρχοντος.
προσπεπτωκότες.
44 ὡς τοῖσιν ἐμπείροισιν: ἐν τοῖς συνετοῖς τὰς συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας, οὐ σφάλλεται ἀλλὰ τὸ ἀποβησόμενον στοχάζεται καλῶς.
45 ζώσας ἀντὶ ἐνεργεστέρας.
[*](Fol. 34 a)46 ἵδ᾿, ὦ βροτῶν ἄριστε: διεξελθὼν τὰ τῆς πόλεως κακὰ καὶ ὅτι ἱκανός ἐστιν ἐπινοῆσαι ἀπαλλαγὴν ἐπάγει ὅτι καὶ χρήσιμον σῷσαι τὴν πόλιν, μᾶλλον δὲ κινδυνῶδες τὸ ἀμελῆσαι· ἴθι οὖν καὶ εὐλαβήθητι μὴ τὴν προῦπάρχουσαν δόξαν ἐπὶ τῇ εὐποιίᾳ ἀπολέσῃς· πάνυ δὲ αἰδημόνως οὐκ εἶπεν ὅτι οὐκέτι τιμήσει σε ἡ πόλις ἀλλὰ σὺν τῇ εὐχῇ τὸ ὅλον κατέθηκεν· εἰώθαμεν δὲ καὶ τῶν ἀτυχημάτων καὶ τῶν εὐημεριῶν μνημονεύειν καθὼς οἱ ἄρχοντες ἀποβῶσιν· ἔασον οὖν, φησίν, ἀκέραιον τὴν προγεγενημένην σοι δόξαν ἵνα αὐτὸ τοῦτο λέγωμεν, ὅτι ἐπὶ Οἰδίποδος τῆς Σφιγγὸς ἀπαλλαγέντες ἐν εὐδίᾳ γεγόναμεν.