Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. τέκτονα νωδυνίας: τὸν κατασκευαστὴν τῆς νωδυνίας· ἰατρὸς γάρ.

[*]()b. ἡ δὲ ἀνωδυνία γυιαρκής· τότε γὰρ τοῖς μέλεσι τοῦ σώματος ἐπαρκοῦμεν, ὅταν ὦμεν ἀνώδυνοι.

[*]()τὸν μὲν εὐίππου θυγάτηρ: τὸν Ἀσκληπιὸν οἱ μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν εἶναι. Ἀσκληπιάδης δέ φησι τὴν Ἀρσινόην Λευκίππου εἶναι τοῦ Περιήρους, ἧς καὶ Ἀπόλλωνος Ἀσκληπιὸς καὶ θυγάτηρ Ἐριῶπις· [Hes. fr. 107 Rz.] [*]() ἡ δ᾿ ἔτεκ᾿ ἐν μεγάροις Ἀσκληπιὸν ὄρχαμον ἀνδρῶν, Φοίβῳ ὑποδμηθεῖσα, ἐϋπλόκαμόν τ᾿ Ἐριῶπιν. καὶ Ἀρσινόης ὁμοίως· Ἀρσινόη δὲ μιγεῖσα Διὸς καὶ Λητοῦς υἱῷ τίκτ᾿ Ἀσκληπιὸν υἱὸν ἀμύμονά τε κρατερόν τε. καὶ Σωκράτης (FHG IV p. 496) γόνον Ἀρσινόης τὸν Ἀσκληπιὸν ἀποφαίνει, παῖδα δὲ Κορωνίδος εἰσποίητον. ἐν δὲ τοῖς εἰς Ἡσίοδον ἀναφερομένοις ἔπεσι (fr. 123) φέρεται ταῦτα περὶ τῆς Κορωνίδος· τῆμος ἄρ᾿ ἦλθε κόραξ, φράσσεν δ᾿ ἄρα ἔργ᾿ ἀΐδηλα, Φοίβῳ ἀκερσεκόμῃ, ὅτ᾿ ἄρ᾿ Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης Φλεγύαο Διογνήτοιο θύγατρα. ἐν δὲ τοῖς Ὁμηρικοῖς ὕμνοις (15, 1)· Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ᾿ ἀείδειν. υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνίς Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύα βασιλῆος. Ἀριστείδης δὲ ἐν τῷ περὶ Κνίδου κτίσεως συγγράμματί (FHG IV 324) φησιν οὕτως· Ἀσκληπιὸς Ἀπόλλωνος παῖς καὶ Ἀρσινόης. αὕτη δὲ παρθένος οὖσα ὠνομάζετο Κορωνὶς, Λευκίππου δὲ θυγάτηρ ἦν τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος· Ἀσκληπιοῦ δὲ καὶ Ἠπιόνης Ποδαλείριος καὶ Μαχάων.

[*]()a. πρὶν τελέσσαι: πρὶν ἐκτελέσαι τὰ κατὰ τὰς ὠδῖνας, πρὶν ἐκτεκεῖν.

b. ματροπόλον δὲ τὴν Εἰλείθυιαν, διὰ τὸ περὶ τὰς μητέρας εἱλεῖσθαι ἢ πολεῖσθαι τὰς τῶν γεννωμένων.