Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἐν τῷ Θρασυδαῖος ἔμνασεν: ἐν ᾧ, τῷ τῆς Κιρρας ἀγῶνι, φησὶ δὲ τῷ Πυθικῷ, ἐπιβαλὼν τρίτον στέφανον τὴν πατρικὴν μνήμην ἤγαγε τῶν πατρικῶν κατορθωμάτων, νικῶν ἐν τῇ χώρᾳ τοῦ Πυλάδου τοῦ φίλου τοῦ Λάκωνος Ὀρέστου.

[*]()b. ἄλλως· ἐν τῷ προκειμένῳ ἀγῶνι τῆς Κίρρας, ἐν τοῖς Πυθίοις, ἀνέμνησε τὴν πατρῴαν ἑστίαν τῶν νικῶν, ἐπιβάλλων αὐτῇ τὸν στέφανον.

c. τρίτον δὲ εἶπεν ὡς ἢ πατρὸς ἢ προγόνου τινὸς αὐτοῦ νενικηκότος· αὐτὸς γὰρ ἅπαξ ἀναγράφεται Πύθια νικήσας.

[*]()τρίτον ἐπὶ στέφανον πατρῴαν βαλὼν ἐν ἀφνεαῖς ἀρούραις: ὅτι τὴν Φωκίδα χώραν ἀφνεὰν ἄρουραν Πυλάδου εἴρηκε· τῆς γὰρ Φωκίδος ἡ Πυθὼν, ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσε· καὶ ὅτι τὸ ξένου Λάκωνος Ὀρέστα τοιοῦτον· ἐν τῇ χώρᾳ τοῦ Πυλάδου, ὅστις ἦν τοῦ Λάκωνος Ὀρέστου ξένος. τὸ δὲ τρίτον ἐπὶ στέφανον, οὐχ ὅτι αὐτὸς ὁ νικηφόρος τρεῖς ἔσχε νίκας, ἀλλ᾿ ἀναγέγραπται ὁ πατὴρ αὐτοῦ Ὀλυμπιονίκης γεγονὼς, καὶ αὐτὸς εὐτυχήσας ὅτι τὰς πάσας τρεῖς ὑπέδειξεν αὐτῷ γεγονέναι καὶ τῷ πατρί.

[*]()a. ἐν ἀφνεαῖς ἀρούραις: ταῖς τῆς Φωκίδος· ἧς ἡ Πυθώ· ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσεν.

[*]()b. ἄριστα ὁ Πίνδαρος τὸ ἐγκώμιον εἰργάσατο· ἐν δὲ τοῖς ἑξῆς σφόδρα ἀκαίρῳ παρεκβάσει ἐχρήσατο.

[*]()a. τὸν δὴ φονευομένου πατρός: ἀνείλετο ἡ τροφὸς Ἀρσινόη τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς ὑπὸ τῆς Κλυταιμνήστρας.

b. ἰδίως δέ φησιν ὁ Πίνδαρος Ἀρσινόην εἶναι τὴν Ὀρέστου τροφόν· Φερεκύδης (FHG I p. 94) δὲ Λαοδάμειαν λέγων αὐτὴν τὸν ταύτης παῖδά φησιν ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ (FHG II p. 41).

c. ἄλλως· ὅντινα τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς αὐτοῦ Ἀρσινόη ἡ τροφὸς ἐκ τῶν Κλυταιμνήστρας χειρῶν καὶ τοῦ κατ᾿ αὐτοῦ δόλου σκευωρουμένου ὑπεξέκλεψεν, ὅτε ἡ ἀνηλεὴς γυνὴ τὴν τοῦ Δαρδάνου παιδὸς Πριάμου θυγατέρα Κασάνδραν τῷ πολιῷ ξίφει σὺν τῇ τοῦ Ἀγαμέμνονος ψυχῇ ἔπεμπε παρὰ τὴν εὔσκιον τοῦ Ἀχέροντος ἀκτήν. μετέπεσε δὲ εἰς τὸν περὶ αὐτοῦ λόγον.

[*]()πότερόν νιν: ἐπιζητεῖ δύο αἰτίας, δι᾿ ἃς τὸν Ἀγαμέμνονα ἀνεῖλε, καί φησι· πότερον ἄρα ἡ Ἰφιγένεια ἡ παῖς αὐτῆς μακρὰν τῆς πατρίδος ἐν τῷ Εὐρίπῳ σφαγεῖσα ἐλύπησεν αὐτὴν καὶ ἐκίνησεν, ὥστε τὴν ὀργὴν ταύτην ἔχουσαν βαρύτατον τὸ ἐπιχείρημα ἄρασθαι, καὶ τολμῆσαι τοσοῦτον, ὡς πρὸς τὴν τοῦ Ἀγαμέμνονος ὁρμῆσαι σφαγήν· ἢ ἑτέρῳ αὐτὴν ἀνδρὶ μισγομένην αἱ νυκτεριναὶ τῆς μοιχείας συνουσίαι παρήγαγον κατὰ τοῦ Ἀγαμέμνονος, ὥστε αὐτὸν φονεῦσαι σὺν δόλῳ;[*]()

[*]()a. τὸ δὴ νέαις ἀλόχοις: ὅπερ, τὸ τῆς μοιχείας ἁμάρτημα, ἐπικαλύψαι ταῖς ἀλλοτρίαις γλώσσαις ἀδύνατόν ἐστιν· λαθεῖν τοὺς ἔξω, ἢ μαθόντας τοὺς ἔξωθεν ἀποσιωπῆσαι ἀδύνατόν ἐστι πρᾶγμα. οἱ γὰρ ἀλλότριοι λαλοῦσι· |[*]() κατὰ φύσιν γὰρ λοίδοροί εἰσιν οἱ πολῖται.[*]()

[*]()b. ἄλλως· ὅπερ, τὸ ὑπὸ ἄλλῳ ἀνδρὶ μοιχεύεσθαι, ταῖς νέαις γυναιξὶν ἐχθρότατον ἁμάρτημά ἐστιν.[*]()

[*]()a. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον: ἤδη καὶ τῶν ὑπερεχόντων μᾶλλον ἰδίως ἅπτονται γὰρ οὗτοι. τοῦτο δὲ πρὸς τὸν Ἀγαμέμνονα, ὅτι ἐπιφανὴς ὢν ἐφθονήθη.

b. ἢ οὕτως· ἔχει γὰρ ἡ εὐτυχία οὐ μικρὸν φθόνον, ὅτι ἀεὶ τοῖς εὐτυχοῦσι βασκαίνουσιν οἱ ἔξωθεν.

[*]()a. ὁ δὲ χαμηλὰ πνέων: ὁ δὲ ταπεινὰ καὶ οἰκτρὰ πνέων, τουτέστιν ὁ εὐτελὴς καὶ πένης ἀφώνως ἠχεῖ, οἷον ζῇ· διὰ γὰρ τὴν πενίαν εὐτελής τις ὢν καὶ ἀφανής ἐστιν.

[*]()b. ἄλλως· ὁ δὲ ταπεινὸς οὐκ ἐν φανερῷ βρέμει.

[*]()c. τὸ δὲ χ΄ ὅτι χαμηλὰ τὰ ταπεινὰ εἴρηκεν.

[*]()a. θάνε μὲν αὐτὸς ἥρως: ἀπέθανε μὲν οὖν αὐτὸς ὁ Ἀγαμέμνων χρόνῳ πολλῷ παραγεγονώς ποτε ἐν Λακεδαίμονι, καὶ τὴν μάντιν ἀπολέσθαι πεποίηκε κόρην Κασάνδραν· αἴτιος γὰρ αὐτὸς τοῦ ὑπὸ Κλυταιμνήστρας ἀποθανεῖν αὐτὴν γέγονεν.

b. ἄλλως· παραγεγονὼς δὲ εἰς Λακεδαίμονα ὁ Ἀγαμέμνων ἀποτέθνηκεν, ἐπειδὴ περὶ τῇ Ἑλένῃ μαχόμενος συμφλεχθείσης τῆς Τροίας καὶ τῶν ἐνοικούντων Τρώων, διέλυσε τοὺς οἰκους τῆς εὐδαιμονίας, ἀντὶ τοῦ τοὺς πλουσίους οἴκους κατεστρέψατο.

[*]()Ἀμύκλαις; κατὰ μέν τινας πόλις, κατὰ δέ τινας δῆμος Λακωνικῆς.

[*]()ἁβρότατος: τῆς εὐδαιμονίας, τῆς τρυφῆς. (49.) ἀπὸ δὲ κοινοῦ τὸ ἵκων.

[*]()νέᾳ κεφαλᾷ: ἀντὶ τοῦ νέος ὢν ἔτι. ὁ δὲ Ὀρέστης, φησὶν, ἔτι νεώτερος ὢν τὰς τῆς μητρὸς ἀποφεύγων χεῖρας πρὸς Στρόφιον τὸν Πυλάδου πατέρα παρεγένετο, οἰκοῦντα πρὸς τὸ ἔσχατον τοῦ Παρνασοῦ.

[*]()ἀλλὰ χρόνῳ σὺν Ἄρει: ἀλλὰ χρόνῳ ποτὲ ἡβήσας ὁ Ὀρέστης καὶ ἐν τῇ πατρίδι παραγεγονὼς τῷ ξίφει ἀνεῖλε τὴν μητέρα, καὶ τὸν Αἴγισθον ἔθηκεν ἐν φοναῖς. φοναὶ δὲ οἱ τόποι εἰς οὓς φονεύονται καλοῦνται. Ὅμηρος (Κ 521)· ἐν ἀργαλέῃσι φονῇσιν.

[*]()a. ἦ ῥ᾿, ὦ φίλοι, κατ᾿ ἀμευσίπορον: συνῄσθηται καὶ αὐτὸς ἀκαίρῳ παρεκβάσει κεχρημένος καί φησι γοῦν· ἆρα, ὦ φίλοι, ἐπλανήθην τῆς ὁδοῦ τὸ πρότερον ὀρθὴν πορευόμενος [ὁδὸν], ἢ ἄνεμός με τοῦ πλοῦ παρέσφηλεν; ἀμευσίπορον δὲ, ἣν ἀμειβόμεθα καὶ ἀνύομεν καὶ μὴ κατὰ πλάνην παρεκτρεπόμενοι πορευόμεθα. διὸ ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Μοῦσαν καί φησιν· εἰ συνέθου καὶ μισθὸν ἔλαβες, ἵν᾿ ἐγκωμιάσῃς τὸν νικηφόρον, δέον ἐστὶ τὸν ὕμνον ἄλλοτε ἄλλῃ μετάγειν, ἢ περὶ τοῦ Θρασυδαίου τι λέγοντας ἢ περὶ τοῦ πατρὸς αὐτοῦ τοῦ Πυθιονίκου. ὑπάργυρος γάρ ἐστιν ἡ φωνὴ καὶ ἔμμισθος, ὥστε οὐ δεῖ παρεκβαίνειν καὶ περὶ ἄλλων λέγειν, μισθὸν εἰληφότα.

[*]()b. ἄλλως· ὥσπερ ἐπιπλήττει ἑαυτῷ ὁ Πίνδαρος ἀκαίρῳ παρεκβάσει χρησάμενος.[*]()

[*]()c. ὁ δὲ νοῦς· ναὶ δὴ, ὦ φίλοι, κατ᾿ ἀμευσίπορον ὁδὸν ἐπλανήθην εὐθεῖαν τὸ πρότερον πορευόμενος· |[*]() ἀντὶ τοῦ ἐσφάλην τοῦ δέοντος παρεκβάσει χρησάμενος.[*]()

[*]()d. κατὰ τρίοδον δὲ πεπλανῆσθαι, ἐπειδὴ δοκεῖ ὁ ἀπ᾿ εὐθείας ἐν τριόδῳ παραγενόμενος ἀπορεῖν, ὁποίαν ὀφείλει βαδίσαι.[*]()