Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()κρατησίποδα: κρατῆσαι τοῖς ποσὶν ἤγουν νικῆσαι δρόμῳ.

[*]()ἕποιτο μοῖρα: ἐπακολουθοίη δὲ αὐτοῖς καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἡ μοῖρα καὶ ἡ εὐτυχία, ὥστε αὐτοῖς αὔξειν τὸν ἀγήνορα πλοῦτον. τῶν δὲ κατὰ τὴν Ἑλλάδα καλῶν μετεσχηκότες οὐκ ὀλίγον μὴ ἐναντίαις παρατροπαῖς συντύχωσι παρὰ τῶν θεῶν.

[*]()a. ἀπήμων δὲ, ἀβλαβὴς καὶ ἀνόργητος ἐπὶ τοῖς αὐτῶν κατορθώμασιν εἴη ὁ θεός.

[*]()b. εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος: εὐτυχὴς δὲ οὗτος ὁ ἀνὴρ καὶ πολυύμνητος παρὰ τοῖς σοφοῖς γίνεται, ὃς ἂν πάλῃ ἢ δρόμῳ τόλμῃ τε καὶ ἀνδρείᾳ νικήσας τὰ μέγιστα τῶν κατορθωμάτων δέξηται, καὶ προσεπιτούτοις ἔτι καὶ ζῶν ἴδῃ τὸν νεώτερον αὐτοῦ υἱὸν κατὰ τὸ προσῆκον Πυθικῶν στεφάνων τυχόντα· |[*]() καὶ ἀπὸ κοινοῦ τὸ εὐδαίμων.

[*]()a. ὁ χάλκεος οὐρανός: οὐκέτι μέντοι ὁ στερεὸς οὐρανὸς καὶ ἰσχυρὸς ἐπιβατὸς αὐτοῖς ἐστιν, οἱονεὶ τοῖς εἰς ἄκρον οὕτως εὐδαιμονίας ἐλθοῦσιν οὐκ ἔστι καὶ θεοῖς συγγενέσθαι, ὡς τῶν ἐν ἀνθρώποις ἄκρων καὶ τελείων εὐτυχημάτων αὐτῶν μετασχόντων τῶν τὴν τοιαύτην εὐτυχίαν εὐτυχησάντων.

b. ἄλλως· τῷ τοιούτῳ, τῷ παῖδας ἐσχηκότι καὶ ἃ προείρηκα εὐτυχήματα, οὐκ ἀναβατὸς μόνον ὁ οὐρανός· οἷον, ὡς ἐν θνητοῖς εὐδαίμονές εἰσιν· ἀθάνατοι γὰρ οὐ δύνανται γενέσθαι.