Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. ὀρφανὸν γενεᾶς: λέγεται γὰρ ὁ Λοκρὸς ἄπαις γεγενῆσθαι καὶ τὸν ἐκ Διὸς συλληφθέντα ὑπὸ τῆς Πρωτογενείας [*]() ἴδιον νενομικέναι παῖδα. | προεῖχε μέντοι ἡ γυνὴ ἡ Πρωτογένεια τὸ σπέρμα τοῦ Διός.[*]()

[*]()a. εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν: εὐφράνθη [*]() δὲ ὁ Λοκρὸς θεασάμενος τὸν παῖδα, | ὃς ἦν μὲν θετὸς αὐτοῦ κατὰ φύσιν, ἐκ δὲ τῆς ἀγνοίας ἴδιος αὐτοῦ ἐνομίζετο.[*]()

b. θετὸν δὲ λέγει ὁ ποιητὴς ἐκ τοῦ ἰδίου

1.291
προσώπου. [προειρήκει γὰρ ὅτι, εἶχε δὲ σπέρμα μέγιστον ἄλοχος, ἐκ Διός.] ὁ γὰρ Λοκρὸς ἴδιον αὐτὸν ἐνόμιζεν.

θετὸν υἱόν: ὁ Λοκρὸς δηλονότι τὸν Ὀποῦντα οὐκ [*]() ἐνόμιζεν εἶναι θετὸν υἱὸν (Διὸς γὰρ), ἀλλὰ ἴδιον.