Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
k. [κωμάζοντι φίλοις:] πλειόνων οὐσῶν ἀντιστρόφων καθ᾿ ἑκάστην στροφὴν ἔφη ὅτι τρὶς ἐπεκελάδουν καλλίνικε λέγοντες. οὐ καθόλου δὲ τρὶς, ἀλλὰ καὶ τριπλῆν ἔχειν τὴν τροπὴν καὶ πάλιν ἀναλαμβάνεσθαι τοῦτον τὸν τρόπον.
l. βέλτιον δὲ ὅτι τρὶς ἐπῇδον λέγειν τὸ ἐφύμνιον οἱ κωμασταί· λέγω δὲ τὸ τήνελλα καλλίνικε.
[*]()m. (κεχλαδώς:) ὁ λεγόμενος. ὁ ὑπὸ ὄχλου ᾀδόμενος.
n. ἢ κεκλαδὼς, ὁ κελάδων.
[*]()a. ἀλλὰ νῦν ἑκαταβόλων: τότε μὲν οὖν καὶ παρὰ τὸν καιρὸν τῆς νίκης ἐκεῖνα ἐλέχθη ἐν Ὀλυμπίᾳ· νυνὶ δὲ ἀπὸ τῶν τὰ πόρρω βαλλόντων τόξων μουσικῶν.
b. τὸ δὲ ὅλον τροπή· τόξῳ μὲν γὰρ τὴν ποίησιν, βέλεσι δὲ τὰ ἐγκώμια παραβάλλει.
c. ἄλλως· ἑαυτῷ παρακελεύεται· [*]() | ἀλλὰ κατὰ τὸν ἐνεστῶτα χρόνον, φησὶν, ἀπὸ τῶν μουσικῶν τόξων ἐπινεμήθητι τοῖς ὕμνοις τὸν Δία καὶ τὴν Ὀλυμπίαν.
[*]()d. ἑκαταβόλων δὲ, τῶν εἰς ἅπαντα τόπον διικνεῖσθαι ποιούντων τὰ ποιήματα.