Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. εἰναλία τ᾿ Ἐλευσίς: ἐν Ἐλευσῖνι ἄγεται τὰ [*]() Δημήτρια. τοῦτον δὲ πρῶτον ἀγώνων φασὶν εἶναι. μετὰ γὰρ τὸ εὑρεθῆναι τὸν Δημήτριον καρπὸν εὐρωστίας οἱ ἄνθρωποι
[*]()b. ἐναλία τ᾿ Ἐλευσίς: καὶ ἡ Ἐλευσὶς δὲ ἡ πρὸς τῇ θαλάσσῃ κειμένη ταῖς ἀγλαΐαις αὐτοῦ καὶ νίκαις μαρτυρεῖ. ἄγεται δὲ αὐτόθι ἀγὼν Κόρης καὶ Δήμητρος, ὃς καλεῖται Ἐλευσίνια· οὗ ἔπαθλον κριθαί.
[*]()c. Ἐλευσίς: τὸν τῶν Ἐλευσινίων ἀγῶνα λέγει. ἔπαθλον δὲ κεῖται κριθαί· ἄγεται δὲ ἐν Ἀθήναις μετὰ τὴν τῶν Δημητριακῶν καρπῶν συλλογὴν τῇ Δήμητρι εὐχαριστήρια.
[*]()a. τὸ δὲ φυᾷ: τὸ θείᾳ φύσει καὶ μοίρᾳ πρασσόμενον καλόν ἐστιν.
b. ἢ τὸ ἐξ εὐφυΐας.
[*]()c. τὸ δὲ φυᾷ κράτιστον ἅπαν: τὸ δὲ ἐκ φύσεως προσὸν ἀγαθὸν καὶ θείας μοίρας κράτιστον καὶ ἐξαίρετον. [*]() λείπει δὲ τὸ ἐστίν.
d. εἰς ἑαυτὸν δὲ αἰνίττεται· ἀεὶ γὰρ ἑαυτὸν λέγει αὐτοδίδακτον.
[*]()a. πολλοὶ δὲ διδακταῖς: πολλοὶ δὲ ἠθέλησαν κλέος λαβεῖν διδαχθέντες καὶ μὴ ἐκ φύσεως ἔχοντες τὴν ἀρετήν.
[*]()b. πολλοὶ δὲ διδακταῖς: πολλοὶ δὲ δόξαν ἑαυτοῖς ἠθέλησαν περιποιῆσαι ἀπὸ διδακτῶν ἀρετῶν καὶ ὥρμησαν καὶ ἔσπευσαν ἐπὶ τοῦτο προελθεῖν.
[*]()a. ἄνευ δὲ θεοῦ: ἕκαστον δέ, φησι, πρᾶγμα τὸ χωρὶς θεοῦ πρασσόμενον σιωπώμενον σοφώτερόν ἐστι· πᾶν γὰρ τὸ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν καὶ μηδενὸς λόγου ἀξιοῦν.
b. οἷον σοφώτερόν ἐστι σιγᾶν ἐκεῖνα τὰ πράγματα τὰ μὴ μετειληχότα βουλῆς ἀθανάτου.