Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἅμα οὖν πρώτοις ἄρξεται καὶ τετάρτοις· πρῶτοι γὰρ, ὡς προείπομεν, ἐπολέμησαν τοῖς Τρωσὶν οἱ συστρατεύσαντες Ἡρακλεῖ, ὡς καὶ Ὅμηρος μνημονεύει (E 638 sqq.)· καὶ τετάρτοις· Πύρρον λέγει τὸν καὶ Νεοπτόλεμον· τέταρτος [*]() γὰρ ἐξ Αἰακοῦ. | Αἰακοῦ γὰρ Πηλεὺς, οὗ Ἀχιλλεὺς, οὗ Νεοπτόλεμος. τὸ τοίνυν τῶν δρακόντων σημεῖον πρὸς τοῦτο ἔχει τὴν ἀναφοράν.[*]()

1.253

a. ὧς ἄρα θεὸς σάφα εἴπας: ταῦτα τὰ περὶ τῶν [*]() δρακόντων σημεῖα σαφῶς διαλύσας ὁ Ἀπόλλων εἰς τοὺς ἰδίους ἐστέλλετο κλήρους.

b. (εἴπας:) σημείωσαι τὸ εἴπας. [*]()

a. Ξάνθον ἤπειγεν: ποταμὸς Λυκίας· ἀφ᾿ οὗ δηλοῖ [*]() ὅτι εἰς Λυκίαν ἠπείγετο.

b. ἤπειγε δὲ ἀντὶ τοῦ ἠπείγετο, ἐνεργητικὸν ἀντὶ παθητικοῦ.

c. Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας: ἀπὸ κοινοῦ [*]() τὸ ἔσπευδεν, | εἰς τὰς Ἀμαζόνας, οὔσας παρὰ τῷ Θερμώδοντι [*]() ποταμῷ τῆς Παφλαγονίας· ἵν᾿ ἔχῃ τὸ ἑξῆς οὕτω, κατὰ τὸν τῆς χωρογραφίας λόγον· πρῶτον μὲν εἰς Λυκίαν ἔσπευδεν· | ἔπειτα εἰς τὰς Ἀμαζόνας· εἶτα ἐκεῖθεν διέβαινεν [*]() εἰς Σκυθίαν καὶ ἐπὶ τὸν Ἴστρον ποταμὸν (λέγει δὲ τοὺς Ὑπερβορέους) παρεγένετο. καὶ τὰ μὲν πρῶτα χωρία τῆς Ἀσίας εἰσὶ, τὰ δὲ δεύτερα τῆς Εὐρώπης.

d. Ξάνθον ἤπειγεν: ἔσπευδεν.