Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ὔμμε δὲ κλάρωσεν: ὑμᾶς μέντοι, ὦ Τιμόσθενες, [*]()ἐκλήρωσε καὶ προσῳκείωσεν ἡ μοῖρα καὶ τὸ δαιμόνιον τῷ Διὶ τῷ γενεθλίῳ· γενεθλίῳ δὲ τῷ τῆς γεννήσεως αἰτίῳ. τοῦτο δὲ εἶπεν ἐπειδὴ νεώτεροι ἐνίκησαν.
b. ἐκλάρωσεν: ὁ μοιρίδιος ὑμῶν πότμος καὶ ἡ [*]() τύχη ἀπεκλήρωσεν ὑμᾶς κατὰ τὴν γένεσιν τῷ Διὶ, σέ τε, ὦ Τιμόσθενες, καὶ τὸν ἀδελφὸν Ἀλκιμέδοντα.
a. ἐν Νεμέᾳ: ὅτι Νέμεα νενίκηκεν· Ἀλκιμέδων δὲ [*]() Ὀλύμπια· ἀμφότερα δὲ Διὶ ἀνάκεινται.
b. ἐν Νεμέᾳ πρόφαντον: ἐπιφανῆ καὶ ἐπίσημον [*]()ἐποίησεν.
c. ἀμφοτέρους δὲ τοὺς ἀγῶνας τούτους ἀνάπτει τῷ Διὶ, παρόσον καὶ ἡ Ὀλυμπία καὶ ἡ Νεμέα Διός. | καὶ [*]() ὁ Καλλίμαχός φησι (fr. 193)·
Ζηνί τε καὶ Νεμέῃ τι χαρίσιον ἕδνον ὀφείλω.