Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ὁ δὲ νοῦς· [*]() παρόξυνον ἐπὶ τοῦ παρόντος τοὺς χορευτὰς, ὦ Αἰνέα, πρῶτον μὲν τὴν Ἥραν τὴν ἐν τῷ Παρθενίῳ ὄρει Παρθενίαν ἀνυμνῆσαι, καὶ γνῶναι ἀληθέσι λόγοις διὰ τοῦ ὕμνου ποίησον

1.188
τοὺς ἀκούοντας, εἰ ἀποφεύγομεν ἐκεῖνο τὸ ὄνειδος, ὃ ἀμουσίας ἕνεκεν ἡμῖν τοῖς Βοιωτοῖς προστρίβεται. ὑπάρχεις γὰρ τῶν Μουσῶν ἄγγελος ὀρθὸς καὶ ὑποφήτης, καὶ τρόπον τινὰ σκυτάλη καὶ σκῆτρον τούτων τυγχάνεις καὶ κρατὴρ ἡδὺς τῶν ὕμνων· ἀντὶ τοῦ, μουσικώτατος γὰρ εἶ.

[*]()a. Αἰνέα: Αἰνέας ὁ τοῦ χοροῦ διδάσκαλος, ᾧτινι ὁ Πίνδαρος ἐχρῆτο διὰ τὸ ἰσχνόφωνον καὶ μὴ δι᾿ ἑαυτοῦ δύνασθαι τοῖς χοροῖς καταλέγειν· ὅπερ οἱ πλεῖστοι ἐποίουν, δι᾿ ἑαυτῶν ἀγωνιζόμενοι.

[*]()b. πρῶτον μὲν Ἥραν: τὴν Σαμίαν Ἥραν.