Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. διάπειρά τοι βροτῶν ἔλεγχος: πάρεστι διαπειρᾶσαι [*]() τὸν Ψαῦμιν καὶ γνῶναι.
c. ἄλλως· ἡ πεῖρα τῶν ἀνθρώπων ἔλεγχος ἀκριβής· καὶ ὁ τούτου πειραθεὶς εἴσεται ὅτι οὕτως ἔχει.
d. παράδειγμα δὲ τοῦ δεῖν τῇ πείρᾳ τἀληθὲς ἐξετάζειν τὸν Ἐργῖνον παρέλαβεν τὸν Μινυῶν βασιλέα, ἀγωνιζόμενον ἐν τῷ ἐπιταφίῳ ἀγῶνι Θόαντος μετὰ τῶν Ἀργοναυτῶν. γέλωτας δὲ κινῶν ἐπὶ τῷ παρ᾿ ἡλικίαν ἀθλεῖν αὐτὸν, αὐτῇ τῇ πείρᾳ τοῦ ἀγῶνος ἔδειξε νικήσας ὡς εἶχεν ἰσχύος. ἐνίκησε δὲ τοὺς Βορεάδας.
e. ἐλθόντων γὰρ εἰς τὴν Λῆμνον τῶν Ἀργοναυτῶν δοκεῖ Ὑψιπύλη ἡ Θόαντος θυγάτηρ θεῖναι τὸν γυμνικὸν ἀγῶνα, καὶ ὁ Ἐργῖνος ἠγωνίσατο· ὡς δὲ γελώμενος ὑπὸ τῶν Λημνιάδων ὅτι πολιὸς ὢν νέοις ἐσπούδασε διαγωνίσασθαι ἐνίκησε φύσει πολιὸς ὑπάρχων. ὅθεν δῆλον ὡς καὶ αὐτὸς ὁ Ψαῦμις ἤδη πολιὸς ὢν ἐνίκησεν.
a. ἅπερ: ἀντὶ τοῦ εἴπερ.
b. ἡ πεῖρα ἤλεγξε καὶ [*]() τὸν Ἐργῖνον· ὃν ἔλαβεν εἰκόνα. δοκεῖ γὰρ παρ᾿ ἱστορίαν λέγειν· οὐ γὰρ ἐν Λήμνῳ τελευτᾷ Θόας ὁ πατὴρ Ὑψιπύλης, ἀλλ᾿ αὐτὴ μὴ ἀνελοῦσα αὐτὸν λάρνακι ξυλίνῳ βαλοῦσα κατέβαλεν ἐν θαλάσσῃ, ὡς Ἀπολλώνιος (Ι, 620)·
οἴη δ᾿ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ Λῆμνον ἄνασσεν· λάρνακι δ᾿ ἐν κοίλῃ μιν ὕπερθ᾿ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν.πῶς οὖν λέγει αὐτὸν ἐν Λήμνῳ τεθάφθαι καὶ ἐπ᾿ αὐτῷ ἀγῶνα ποιῆσαι Ὑψιπύλην; ἀλλ᾿ ἔξεστι πλάττειν τοῖς ποιηταῖς ἃ βούλονται.