Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
l. ἤτοι δὲ ὑπέρτατε Ζεῦ εἴρηκεν, ἢ ὑπέρτατε ἐλατὴρ τῆς βροντῆς.
m. ἀκαμαντόποδος δὲ, τῆς στερρᾶς καὶ μὴ καμνούσης τοὺς πόδας.
[*]()n. οὗτος δὲ ὁ Ψαῦμις ἐνίκησε τεθρίππῳ τὴν πβ΄ Ὀλυμπιάδα.
[*]()a. τεαὶ γὰρ ὧραι: αἱ γὰρ ὧραι ἑλίσσουσαι, τουτέστι περικυκλοῦσαι ἔπεμψάν με.
b. Διὸς δὲ ὥρας τὰς Ὀλυμπιάδας νῦν λέγει.
[*]()c. Ζεῦ, τεαὶ γὰρ ὧραι: τὸ ἑξῆς· Ζεῦ, τεαὶ γὰρ ὧραι ἑλισσόμεναί με ἔπεμψαν ὑψηλοτάτων μάρτυρ᾿ ἀέθλων, [*]() ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς.
d. ἵν᾿ ᾖ, αἱ γὰρ σαὶ ὧραι τῶν ἐνιαυτῶν ἔπεμψαν. Ὅμηρος (Β 551)· περιτελλομένων ἐνιαυτῶν.