Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()c. Βορέαο: ὑπερβόρεος γὰρ ἡ χώρα διὰ τὸ ὄπισθεν †ἕρπον τῶν τοῦ Βορέου πνοῶν ἐν τοῖς Ῥιπαίοις ὄρεσιν.
[*]()τῶν μιν γλυκύς: τούτων αὐτὸν τῶν δένδρων ἐπιθυμία ἔσχεν ὥστε μετενεγκεῖν εἰς τὴν Ὀλυμπίαν.
[*]()δωδεκάγναμπτον: δώδεκα γὰρ ἐν Ὀλυμπίᾳ τρέχει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ.
[*]()ἵππων φυτεῦσαι: τὸ Πάνθειον, ἐν ᾧ πεφύτευται ἡ ἐλαία· ἣν δρέπει ἀμφιθαλὴς παῖς χρυσῷ δρεπάνῳ κλάδους ιζ΄ τέμνων, ὅσα καὶ τὰ ἀγωνίσματα.
[*]()a. καὶ νῦν εἰς ταύταν: νῦν τὴν εὐωχίαν ἑορτὴν εἶπε· λέγει γὰρ τὴν τῶν νικηφορίων τοῦ Θήρωνος εὐωχίαν, φάμενος εἰς ταύτην ἔρχεσθαι τὸν Ἡρακλέα μετὰ τῶν Διοσκούρων.
b. εἰς τὰ θεοξένια.
[*]()c. καὶ νῦν ἐς ταύταν ἑορτάν: τὴν τοῦ νικηφόρου
d. φησὶ γὰρ ἔρχεσθαι εἰς τὴν Θήρωνος ἑστίαν τόν τε Ἡρακλέα καὶ τοὺς Διοσκούρους, ἐπεὶ ἐξένιζεν αὐτοὺς ὁ Θήρων.
a. ἀντιθέοισιν: ἀντὶ τοῦ . . . οἱ Διόσκουροι θνητοὶ [*]() ὄντες πρότερον ἀθανασίας ἔτυχον παρὰ τοῦ Διός.
b. νίσεται: ἔρχεται Ἡρακλῆς σὺν τοῖς Διοσκούροις· [*]() τούτοις γὰρ ἀποθεούμενος ἐπέτρεψε διοικεῖν τὸν ἀγῶνα.
c. τὸ δὲ ἀντιθέοισιν πρὸς τοὺς Διοσκούρους, ὅτι καὶ θνητοὶ ὄντες ἀθάνατοι ἐγένοντο.
d. καὶ νῦν νίσεται: ἥξει καὶ ἐπὶ τῇ παρούσῃ [*]() πανηγύρει τοῦ Θήρωνος ὁ Ἡρακλῆς ἅμα τοῖς ἰσοθέοις τῆς Λήδας παισὶ Διοσκούροις· τούτοις γὰρ ἐπέτρεψε διατιθέναι τὸν ἀγῶνα Ἡρακλῆς, αὐτὸς λοιπὸν εἰς θεοὺς ἀναχωρῶν.
a. ἀνδρῶν τ᾿ ἀρετᾶς: καὶ τὰ περὶ τῆς τῶν ἀνδρῶν [*]() ἀρετῆς διοικεῖν αὐτοῖς ἐπέτρεψε, τοῖς Τυνδαρίδαις.