Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. Ταϋγέτα: ἡ Τηϋγέτη τῆς Ἀρτέμιδός ἐστι φίλη. [*]() ταύτης ἠράσθη Ζεὺς καὶ αὐτὴν Ἄρτεμις διωκομένην εἰς ἔλαφον μεταβάλλει· ὅθεν καὶ εἰς ὑπόμνημα τοῦ πραχθέντος τὴν ἔλαφον χρυσώσασα ἀνέθηκε γαμηθεῖσα Διί.[*]()

e. Ταϋγέτα: ὄνομα κύριον, Ἄτλαντος θυγάτηρ. [*]() αὕτη ἀφιέρωσε τῇ Ἀρτέμιδι τὴν ἔλαφον. λέγεται γὰρ ὅτι ἡνίκα Ἡρακλῆς παρέσχεν αὐτὴν Εὐρυσθεῖ, τότε εὑρέθη ἐπὶ τοῦ τραχήλου αὐτῆς γεγραμμένον· Ταυγέτη ἱερὰν ἀνέθηκεν Ἀρτέμιδι.[*]()

a. Ὀρθωσίᾳ: τῇ Ἀρτέμιδι. περὶ τῆς Ὀρθωσίας [*]() Ἀρτέμιδος Ἀπολλόδωρος γράφει. Ὀρθωσία δὲ ὅτι ὀρθοῖ εἰς σωτηρίαν· ἢ ὀρθοῖ τοὺς γεννωμένους. καὶ ἐν Ἀθήναις ἵδρυται· τὸ ἱερὸν δέ ἐστιν ἐν Κεραμεικῷ. καὶ παρ᾿ Ἠλείοις Ὀρθωσίας Ἀρτέμιδος ἱερὸν, ὥς φησι Δίδυμος.[*]()