Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. διὰ τὴν καῦσιν τοῦ ἡλίου.
[*]()a. δὴ τότ᾿ ἐς γαῖαν: εἰς τὴν Σκυθίαν.
b. ὁ θυμὸς αὐτὸν παρώρμησεν.
c. Ἀρίσταρχος· εἰς τὴν γῆν ἐλθεῖν, ὅπου αὐτὸν ἡ Ἰστρία Ἄρτεμις ὑπεδέξατο. δηλοῖ δὲ πάλιν τὴν εἰς Ὑπερβορέους ἐπὶ τὰς τοῦ Ἴστρου πηγὰς ἄφιξιν· ἐκεῖ γὰρ οὕτως τιμᾶται ἡ Ἄρτεμις ὅτι μάλιστα ἐκεῖ ἀπὸ Ταύρων τοῦ Σκυθικοῦ ἔθνους.
d. ἔνιοι δὲ καὶ β΄ -νν- γράφουσι καὶ τὸν λόγον ἀπευθύνουσιν οὕτως· τότε δὴ ὁ θυμὸς παρώρμησε τὸν Ἡρακλέα ἐπὶ τὴν Ἰστρίαν γῆν πορεύεσθαι.
e. θυμὸς ὥρμαινεν: διὰ τοῦτο προεθυμήθη παραγενέσθαι [*]() εἰς τὴν γῆν τοῦ Ἴστρου ποταμοῦ, εἰς τὴν Σκυθίαν· ἐν ᾗ Σκυθίᾳ ἡ Ἄρτεμις αὐτὸν ὑπεδέξατο ἐλθόντα, ἡνίκα αὐτὸν τοῖς προστάγμασι καὶ ταῖς ἀγγελίαις τοῦ Εὐρυσθέως ὑπουργεῖν ἡ πατρὸς ἀνάγκη παρεσκεύαζεν ἐπὶ τῷ τὴν ἔλαφον ἀγαγεῖν, ἥν ποτε ἡ Ταϋγέτη ἀνέθηκε τῇ Ὀρθωσίᾳ Ἀρτέμιδι.[*]()
a. Ἰστρίαν νιν: ἐὰν διὰ τῶν δύο -νν- Ἰστρίαν [*]() νιν, τὴ Σκυθίαν ἀκουστέον.
b. ἔνθα ἡ Ἰστρία Ἄρτεμις αὐτὸν, τὸν Ἡρακλέα, ὑπεδέξατο. Ἰστρία δὲ ἡ Ἄρτεμις ἤτοι ἀπὸ τοῦ Ἴστρου, ὃν περιοικοῦσιν αἱ Ἀμαζόνες, αἳ τιμῶσι μάλιστα τὴν θεὸν, ἢ ἀπὸ Ταύρων ἔθνους Σκυθικοῦ περιοικοῦντος τὸν Ἴστρον, παρ᾿ οἷς ὁμοίως τιμᾶται ἡ Ἄρτεμις.
c. τοὺς δὲ ἀναγινώσκειν Ἰστριανὴν, ἵν᾿ ᾖ τὴν Ἰστριανὴν γῆν.[*]()
d. (Ἰστρίαν νιν:) γράφεται καὶ Ἰστριανήν.[*]()
a. εὖτέ μιν ἀγγελίαις: ἡνίκα αὐτὸν ἡ πατρόθεν [*]() ἀνάγκη, τουτέστι τοῦ Διὸς, κατὰ τὰς Εὐρυσθέως ἀγγελίας παρεσκεύασεν ἀγαγεῖν τὴν ἔλαφον.
b. θήλειαν δὲ εἶπε καὶ χρυσοκέρων ἀπὸ ἱστορίας· ὁ γὰρ τὴν Θησηίδα γράψας (p. 217 K) τοιαύτην αὐτήν . . . καὶ Πείσανδρος ὁ Καμιρεὺς (fr. 3) καὶ Φερεκύδης (FHG I, 78). καὶ τὸ παρὰ Ἀνακρέοντι· κεροέσσης λειφθεὶς ἀπὸ μητρὸς [ληφθεὶς] ἐπτοήθη . . . ὅτι αἱ θήλειαι κέρατα οὐ φύουσιν. ἐκαλεῖτο δὲ ἡ ἔλαφος Κερυνία.