Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. πιστὰ φρονέων: φιλικῶς διανοούμενος καὶ πείθων [*]()λόγῳ.
b. ἢ πιστὰ, πειστικά· οἷον πειθοῖ καὶ οὐ βίᾳ· διὸ καὶ ἔπεισεν αὐτούς.
c. πανδόκῳ: τῷ πάντας ὑποδεχομένῳ, διὰ τὸ εἰς [*]() τοὺς ἀγῶνας πολλοὺς ἐπιέναι.
a. ἄλσει: οὐ θαυμαστὸν εἰ τὸ μήπω πεφυτευμένον [*]() ἄλσος εἶπεν. Ἀριστόνικος προληπτικῶς φησιν εἰρῆσθαι· οἱ δὲ ὅτι πάντα τὰ ἱερὰ, κἂν μήπω πεφυτευμένα ᾖ, ἄλση ἐκάλουν οἱ ἀρχαῖοι. καὶ Ὅμηρος (Β 506)· Ὀγχηστόν θ᾿ ἱερὸν, Ποσειδήιον ἄλσος. ἥκιστα γὰρ δενδρώδης Ὀγχηστὸς, ἐφ᾿ ὑψηλοῦ κείμενος.