Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
f. ὁ μὰν πλοῦτος: ὁ νοῦς· ὁ δὲ πλοῦτος οὐ μόνος [*]() ὢν καθ᾿ ἑαυτὸν, ἀλλὰ καὶ ἀρετῇ κεκοσμημένος, καιρίως τῶν τε ἑαυτοῦ ἀγαθῶν καὶ τῆς ἀρετῆς ἀπολαύει, συνετὴν ἔχων
1.86
[*]() τὴν φροντίδα πρὸς τὸ ἀγρεύειν τὰ καλά. | τούτων γὰρ τὸ ἕτερον καθ᾿ ἑαυτὸ οὐχ ἡδύ· ὡς καὶ Καλλίμαχος (H. in Jov. 95)· οὔτ᾿ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν, οὔτ᾿ ἀρετὴ ἀφένοιο· δίδου δ᾿ ἀρετήν τε καὶ ὄλβον.καὶ ἡ Σαπφώ (fr. 80)· πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πάροικος. ἡ δὲ ἐξ ἀμφοτέρων κρᾶσις εὐδαιμονίας ἔχει τὸ [*]() ἄκρον. τοῦτο προσεῖναι τῷ Θήρωνι μαρτυρεῖ.[*]()
g. ἄλλως· ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν, τὴν πολλὴν καὶ βαθεῖαν καὶ συνετὴν διάνοιαν εὔκολον καὶ εὔληπτον καὶ ἀγροτέραν διδούς.
h. βαθεῖαν: τὴν συνετήν.