Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()d. ἄλλως· ἐλείφθη δὲ λοιπὸν ὁ υἱὸς Πολυνείκους ἀναιρεθέντος Θέρσανδρος, ὅστις αὐτῷ ἐξ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς γέγονεν.
[*]()νέοις ἐν ἀέθλοις: ἐν τοῖς ἀκινδύνοις ἀγωνίσμασι καὶ πρέπουσι νέοις· λέγει δὲ τοῖς δι᾿ ἀγῶνος· [ἐν μάχαις τε:] καὶ ἐν πολέμοις ὁ τίμιος καὶ γενναῖος τυγχάνων.
[*]()a. Ἀδραστεΐδαν: ἐνταῦθα ἀντὶ ἑνικοῦ πληθυντικῶς ἐξήνεγκεν· ἔστι γὰρ Ἀδραστεΐδος· ἐκ μιᾶς γὰρ τῆς Ἀδράστου θυγατρὸς Ἀργείας γέγονε.