Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ζώει μὲν ἀποθανοῖσα: ἠστειεύσατο πρὸς τὴν τῆς [*]() εὐτυχίας ὑπερβολὴν, ὅτι δοκήσει μὲν | τέθνηκεν ἡ Σεμέλη τῷ βρόμῳ τοῦ πυρὸς τοῦ κεραυνίου, ζῇ δὲ νῦν συνδιατρίβουσα τοῖς οὐρανίοις θεοῖς.

1.73

βρόμῳ: ἤχῳ πυρός· ἐκεραυνώθη γάρ. [*]()

a. Παλλάς: Ἀθηνᾶ ἡ πολιοῦχος τῶν Θηβαίων· οὐκ [*]() εἶπε δὲ τὴν Ἥραν, ὅτι μητρυιά.

b. φιλέοντι δὲ Μοῦσαι: ὡς Θηβαίαν οὖσαν· φιλόλογοι δὲ Θηβαῖοι.

c. [καὶ Ζεὺς πατήρ:] τὸ κῶλον τοῦτο ἀθετεῖ Ἀριστοφάνης· περιττεύειν γὰρ αὐτό φησι πρὸς τὰς ἀντιστρόφους.

d. φιλεῖ δέ νιν Παλλάς: τοῦτο οἱ μὲν ἁπλῶς διὰ [*]() τὴν ἐν θεοῖς διατριβὴν λέγουσιν· οἱ δὲ ὅτι ὡς ἐπιχωρία θεός. ἄγαλμα γὰρ αὐτῆς ὁ Κάδμος ἱδρύσατο ἐν Ὄγκαις, κώμῃ τῆς Βοιωτίας. Ὀγκαία οὖν ἡ Ἀθηνᾶ τιμᾶται.

e. φιλέοντι δὲ Μοῖσαι: οἱ μὲν διὰ τὰ περὶ αὐτῆς [*]() τοῖς ποιηταῖς εἰρημένα· οἱ δὲ διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι τῆς Βοιωτίας. καὶ αὗται οὖν ἐπιχώριοι.