Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἄλλως· ἐπιλαμβάνονταί τινες τοῦ ἐπιθέτου, ἐπειδὴ ταῦρον εἶπε θύειν Ποσειδῶνι ἀργήεντα, ὅπερ δηλοῖ λευκὸν, [*]() τοῦ Ὁμήρου εἰπόντος (γ 6), | ὅτι χρὴ θύειν„ ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ“. ἀλλὰ βοηθεῖται τὸ ἀργᾶντα· οὐ γὰρ λευκὸν τῇ χροιᾷ βούλεται λέγειν, ἀλλὰ τὸν ἐκλάμποντα τῷ μεγέθει καὶ ἐπιφανῆ ἐν τῇ ἀγέλῃ.[*]()

[*]()a. κυάναιγις ἐν ὄρφνᾳ: μέλαιναν καὶ φοβερὰν [*]() αἰγίδα ἔχουσα. αἰγὶς δὲ τὸ ὅπλον.

b. κνώσσοντι δὲ καθεύδοντι. ὁ δὲ νοῦς· ἡ κυαναιγὶς παρθένος τοσαῦτα ἔδοξεν ἐν τῷ ὀνείρατι διαλέγεσθαι· ὁ δὲ ἐξανέστη ἄσμενος [*]() καὶ εὗρε τὸν χαλινὸν ἕτοιμον.

c. οὐχ ὥς τινες βούλονται παρακελεύεσθαι αὐτῷ τὴν Ἀθηνᾶν διηγεῖσθαι τὰ παρ᾿ αὐτῆς αὐτῷ ῥηθέντα κατ᾿ ὄναρ. οὐκ ἔστι δὲ, ἀλλ᾿ ἐκείνη βελτίων ἡ ἐκδοχὴ, λαμβανομένη ἀπὸ τοῦ ποιητικοῦ προσώπου.

[*]()a. ἀνὰ δ᾿ ἔπαλτ᾿ ὀρθῷ ποδί: λοιπὸν ὁ ποιητὴς ταῦτα· ἀνήλατο δὲ ἐκ τῆς κοίτης καὶ ἔστη.