Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἄλλως· εἰ δέ τις πονήσας εὐτυχῆ πράσσοι καὶ νικήσει, τούτῳ οἱ ἡδεῖς οὗτοι ὕμνοι τῶν ὕστερον ἐπαίνων ἀρχὴ γίνονται καὶ πρόφασις· ἀντὶ τοῦ οἱ ὕμνοι οὗτοι αἴτιοι γίνονται τοῦ καὶ αὖθις μνημονεύεσθαι [*]() τοῦ νικηφόρου τὰ κατορθώματα, | τῶν ὕστερον μετὰ ταῦτα λόγων ἤτοι ἐπαίνων μελλόντων λέγεσθαι τοῦ ὕμνου τὴν ἀρχὴν καὶ τὴν πρόφασιν διδόντος.[*]()

[*]()f. μελιγάρυες: ἐπειδὴ ἡδυτάτοις μέλεσιν ἐχρήσατο.

[*]()g. ἄλλως· μελιγάρυες ὕμνοι, φησὶ, τῶν ὑστέρων λόγων ἀρχή εἰσι. δι᾿ αὐτοὺς γὰρ καὶ οἱ ὕστεροι μνημονεύουσι τῶν προγενεστέρων.