Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
f. ἄλλως· ὁ νικῶν ἐν εὐδίᾳ διάγει ἡδόμενος ταῖς νίκαις.
(μελιτόεσσαν εὐδίαν:) ἡδεῖαν ἀνάπαυσιν. [*]()
a. τὸ δ᾿ αἰεὶ παράμερον ἐσλόν: οἱ ἄνθρωποι [*]() τῶν ἔμπροσθεν πεπραγμένων ἀγαθῶν οὐκ εἰώθασι μεμνῆσθαι, ἀλλὰ τὸ παρ᾿ ἡμέραν ἢ καλὸν ἢ κακὸν σκοποῦσιν·
1.52
ἑκάστῳ οὖν, φησι, τῶν ἀνθρώπων τὸ παρ᾿ ἡμέραν γινόμενον [*]() κρίνεται μέγιστον εἶναι.b. ἄλλως· τὸ διὰ τῶν ἄθλων παραγινόμενον ἀγαθὸν παρ᾿ ἐκείνην τὴν ἡμέραν τὴν ἐνεστῶσαν, ἐν ᾗ τις ἐνίκησεν, ὕπατον δοκεῖ καὶ μέγιστον ἀγαθὸν τῷ τετυχηκότι.
c. ἢ οὕτω· τὸ παρ᾿ ἡμέραν γινόμενον·[*]() τὰ γὰρ ἐνεστῶτα τῶν μελλόντων προκρίνεται.