Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. οἱ δὲ οὕτως· ὅτι Ἴαμος Ἀπόλλωνος παῖς παρὰ τοῦ πατρὸς τὴν μαντικὴν λαβὼν περὶ τῆς ἱερωσύνης ἔλεγε τοῖς ἐρωτῶσι. διὰ τὸ πλείστους οὖν ξένους τῆς μαντικῆς ἕνεκεν ἀφικνεῖσθαι, πολυξενώτατον εἶπε τὸν βωμόν. | καὶ τοῦτον τὸν βωμὸν Διὸς καὶ Πέλοπος λέγουσιν [*]()

1.50
οἱ ταύτην τὴν ἐξήγησιν ἐκδεξάμενοι.

c. ἐπεὶ πολλοὶ ξένοι εἰσρέουσιν εἰς τὸν Ὀλυμπιακὸν ἀγῶνα· βωμὸς γὰρ ἐν Πίσῃ, ἐφ᾿ ὃν θύουσι πάντες οἱ ξένοι.

[*]()a. τὸ δὲ κλέος τηλόθεν δέδορκεν: ὁ νοῦς· τὸ δὲ τῆς Ὀλυμπίας κλέος ἄνωθεν ἀπὸ τῆς τοῦ Πέλοπος οἰκήσεως ὁρᾶται· ὡς ἐκείνου τὸ τέλειον τῷ Ὀλυμπιακῷ ἀγῶνι περιθέντος.

b. τὸ τηλόθεν χρονικῶς ἀκουστέον.