Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. ἄλλως· εἰ δεῖ ἀποθανεῖν τὸν ἄνθρωπον, ἄξιον αὐτὸν [*]() γενναίως ἢ ἀγεννῶς βιώσαντα τελευτᾶν.
d. ἕψοι δὲ, ἀντὶ τοῦ ἕψοιτο· οὐ γὰρ ἕψει τις τὸ γῆρας, ἀλλ᾿ ἕψεται
1.47
ὑπ᾿ αὐτοῦ.e. ἀνώνυμον δὲ, τὸ ἐν ἀπραξίᾳ καὶ [*]() ἀκλεὲς ὑπάρχον.
f. ἄλλως· ἐπειδὴ πρόκειται τὸ ἀποθανεῖν, [*]() διὰ τί μὴ μετὰ δόξης τελευτῶμεν, γενναῖόν τι τολμῶντες;
a. ἀλλ᾿ ἐμοὶ μὲν οὗτος ἄεθλος: ἀλλ᾿ ἐμοὶ μὲν [*]() ὑπὲρ τοῦ γάμου κινδυνεῦσαι πρόκειται, σοὶ δὲ τῇ γνώμῃ τὸ πέρας ἐπιθεῖναι.