Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
Inscr.a. Γέγραπται μὲν ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος [*]() ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν ος΄ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. ὁ δὲ αὐτὸς νικᾷ καὶ τὴν οζ΄ Ὀλυμπιάδα
1.16
κέλητι, τῇ δὲ οη΄ Ὀλυμπιάδι τεθρίππῳ, ἐν ᾗ Ὀλυμπιάδι ἐτελεύτα. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστι· μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως (V, 37)· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ᾿ εὐρυδίναν πῶλον ἀελλοδρόμαν εἶδε νικάσαντα. ἦν δὲ Ἱέρων Δεινομένους παῖς· Δεινομένους δὲ παῖδες τέσσαρες· Γέλων Ἱέρων Πολύζηλος Θρασύβουλος· τὸ γένος τύραννος Συρακουσίων τῶν ἐπὶ Σικελίᾳ· υἱὸν δὲ ἔσχε Δεινομένη. νικήσας δὲ τὰ Ὀλύμπια ἀνεκήρυξεν ἑαυτὸν Συρακούσιον καὶ Αἰτναῖον, κτίσας τὴν παρακειμένην [πόλιν τῇ Σικελίᾳ] πόλιν Αἴτνην ὁμώνυμον τῷ ὄρει.[*]()[*]()b. ἄλλως. γέγραπται ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν ος΄ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. συνέβη δὲ αὐτὸν νικήσαντα καὶ τὴν οη΄ Ὀλυμπιάδα ἐν ταύτῃ τελευτῆσαι. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστιν. μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ᾿ εὐρυδίναν πῶλον ἀελλοδρόμον νικήσαντα.[*]()