Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
Τειρεσίας*] ⸢ὅτι τὸν Τειρεσίαν φασὶ μάντιν εἶναι καὶ ἐκ γυναικὸς εἰς ἄνδρα μεταβαλεῖν, οὐχ ὅτι τοῦτο γέγονεν — οὐδὲ γὰρ οἷόν τε —, περιεργότερον δὲ τὰ γυναικῶν ἐξειπόντα ἤθη τε καὶ πάθη τοῦτο φημισθῆναι. ὁ μέντοι Σικελιώτης ἱστοριογράφος Διόδωρος [32, 11] ἱστορεῖ τι τοιοῦτον, τὸ μὲν παλαιόν, τὸ δὲ καὶ ἐπ’ αὐτοῦ γεγονός⸣ καὶ γυναῖκα Καλλὼ⸣ γενομένην καὶ λεγομέν⸢ην⸣ ἀνοιδῆσ⸢αι, πρὸς τῷ ἠτρίῳ καθάπερ τι φῦμα σκληρόν, οὗ περιρραγέντος τὸ ἀνδρεῖον ⸢ἀναβλάστῃ⸣σαί, καίτοι καὶ γημαμένην ἀνδρί· ἀφ’ οὗ τῆς μὲν γυναικωνίτιδος ἀπαναστῆναι καὶ τῆς ταλασιουργίας ἀποστῆναι, ⸢ἀνδρῶ⸣ν δὲ μεταμφι⸢άσασθ⸣αἱ σχῆμα καὶ κλῆ⸢σιν ἀ⸣πολαβεῖν Κάλλω⸢να μετ⸣αφημισθέντα ⸢καὶ στρ⸣ατιώτην βίον ἐπανελθεῖν. ~ ⸢V⸣CU
ὅρμον*]⸢ὄρμος⸣ ὁ παραθαλάσσιος ⸢τόπος⸣, ἐν ᾧ καὶ ναυλο⸢χεῖν ἔξ⸣εστι, βαρυτόνως, ⸢ὁρμὸς δὲ ὀξυτόνως ὁ γυναι⸣κεῖος κόσμος. ~ ⸢V⸣CS
ἀπεζήσαμεν*] ⸢ἀποζῆ⸣ν τὸ κατὰ ἀκρί⸢βειαν⸣ ζῆν μόνοις τοῖς ⸢ἀναγκ⸣αιοτάτοις χο⸢ρηγου⸣μένους. ~ RC⸢V⸣MSU
Ἀδράστεια*]⸢δαίμων ἡ Ἀδράστεια τοῖς πάνυ καυχωμένοις ἐπιτιθεμένη⸣. ~ ⸢V⸣CRUN
ἐνθέ⸢σεις: τὰ σμικρὰ⸣ τοῦ ψ⸢ωμοῦ ἀποτεμαχί⸣σμα⸢τα, ἃ τῷ στόματι⸣ πρ⸢ὸς μέτρον καὶ μέγεθος ἐμβάλλεται. ψωμὸς δὲ τὸ ἀπὸ τοῦ ἄρτου ἀποκλασθέν· ἄρτος γὰρ ἡ ὁλόκληρος μᾶζα⸣. ~ RC⸢V⸣MNSU
ἄλλο οὐδὲν . . . ζωῆς* μόνον] τοῦτο λέγει, ὅτι τὰ ἄλλα αὐτῆς ἅπόντα οὐδέν· μόνον γὰρ ὅτι ζῇ πιστεύεται. ~ ⸢V⸣MSU