Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Λήδας* τέκνα] τοὺς Διοσκούρους λέγει Κάστορα καὶ Πολυδεύκην. ~ BΩ

οἱ μὲν Ἀλκμήνης καὶ Σεμέλης] ὁ Ἡρακλῆς καὶ ὁ Διόνυσος. ~ B

ἰδέ*] οὕτως ὀξυτόνως ἰδέ· Ἀττικοὶ γὰρ ὀξύνουσι τὸ εἰπέ, εὑρέ, ἰδέ ὁμοίως τῷ ἐλθέ. ~ ΒCMΩ

σόβει*] τρέχε. ~ Γ