Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ἀλλὰ ὕδωρ κτλ.] λέγουσ⸢ιν, ὅτι ὁ Πρω⸣τεῦς δαίμ⸢ων ὑπῆρχε⸣ θαλάσσιο⸢ς εἰς πᾶν⸣ εἶδος μετα⸢βαλλόμενος⸣. ~ Γ⸢V⸣Ω
⸢Ἀρίων ὁ ἀπὸ Λέσβου κιθαρῳδὸς ἦν ἄριστος. τοῦτον μετὰ πολλῶν πλέοντα χρημάτων οἱ ναῦται τῶν χρημάτων
ἐπιθυμήσαντες εἰς τὴν θάλασσαν ἔρριψαν, δελφὶς δὲ αὐτὸν ὑπο⸣δεξάμενος εἰς τὴν γῆν ἐξήγαγεν, ὡς ἱστορεῖ ⸢Ἡρόδοτος⸣ [Ι 24]. ~ Γ⸢V⸣Ω